1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

15

ὑπὸ κυνῶν περιλειχόμενον· βλέπετε αὐτὸν ὑπὸ τῶν ἀγγέλων δορυφορούμενον· εἴδετε αὐτὸν ἐν πενίᾳ τότε, βλέπετε ἐν τρυφῇ νῦν· εἴδετε ἐν λιμῷ, βλέπετε ἐν ἀφθονίᾳ πολλῇ· εἴδετε ἀγωνιζόμενον, βλέπετε στεφανούμενον· εἴδετε τοὺς πόνους, βλέπετε τὰς ἀμοιβὰς καὶ πλούσιοι καὶ πένητες· πλούσιοι μὲν, ἵνα μὴ μέγα εἶναι νομίζητε τὸν πλοῦτον χωρὶς ἀρετῆς, πένητες δὲ, ἵνα μηδὲν κακὸν νομίζητε εἶναι τὴν πενίαν· ἑκατέροις δὲ διδάσκαλος οὗτος ἕστηκεν. Εἰ γὰρ ἐν πενίᾳ ἐκεῖνος ὢν οὐκ ἀπεδυσπέτησε, τίνα ἕξουσι συγγνώμην οἱ ἐν πλούτῳ τοῦτο ποιοῦντες; εἰ ἐν λιμῷ καὶ τοσούτοις κακοῖς ὢν εὐχαρίστησε, ποίαν ἕξουσιν ἀπολογίαν οἱ μετ' ἀφθονίας μὴ βουλόμενοι πρὸς τὴν αὐτὴν ἐλθεῖν ἀρετήν; Πάλιν οἱ πένητες οἱ διὰ τὴν πτωχίαν ἀγανακτοῦντες καὶ δυσχεραίνοντες, τίνα ἕξουσι συγγνώμην, ὅταν οὗτος ἐν λιμῷ καὶ πενίᾳ καὶ ἐρημίᾳ καὶ ἀῤῥωστίᾳ διηνεκεῖ ζῶν ἐν οἰκίᾳ πλουτοῦντος, καὶ 48.982 παρὰ πάντων ὑπερορώμενος, καὶ πρὸς ἕτερον τὰ αὐτὰ αὐτῷ πεπονθότα ἰδεῖν οὐκ ἔχων, οὕτω φαίνηται φιλοσοφῶν; Ἀπὸ τούτου μάθωμεν, μὴ τοὺς πλουτοῦντας μακαρίζειν, μηδὲ τοὺς πενομένους ταλανίζειν. Μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, οὐδὲ πλούσιός ἐστιν ἐκεῖνος ὁ πολλὰ περιβεβλημένος, ἀλλ' ὁ μὴ πολλῶν δεόμενος· οὐδὲ πένης ἐστὶν ἐκεῖνος ὁ μηδὲν κεκτημένος, ἀλλ' ὁ πολλῶν ἐφιέμενος· καὶ τοῦτο ὅρον πενίας καὶ πλούτου δεῖ νομίζειν εἶναι. Ἂν τοίνυν ἴδῃς τινὰ πολλῶν ἐφιέμενον, πάντων αὐτὸν πενέστερον εἶναι νόμιζε, κἂν τὰ πάντων ᾖ κεκτημένος χρήματα· ἂν δὲ πάλιν ἴδῃς τινὰ μὴ πολλῶν δεόμενον, πάντων αὐτὸν εὐπορώτερον εἶναι ψηφίζου, κἂν μηδὲν κεκτημένος ᾖ. Τῇ γὰρ διαθέσει τῆς γνώμης, οὐ τῷ μέτρῳ τῆς οὐσίας, τὰς πενίας καὶ εὐπορίας κρίνειν εἰώθαμεν. Ὥσπερ οὖν τὸν διηνεκῶς διψῶντα οὐκ ἂν εἴποιμεν ὑγιαίνειν, κἂν ἀφθονίας ἀπολαύῃ, κἂν παρὰ ποταμοὺς καὶ πηγὰς κατακέηται (τί γὰρ ὄφελος τῆς τῶν ὑδάτων δαψιλείας ἐκείνης, ὅταν τὸ πάθος ἄσβεστον μένῃ;) οὕτω δὴ καὶ ἐπὶ τῶν πλουτούντων ποιῶμεν· τοὺς ἐπιθυμοῦντας ἀεὶ καὶ διψῶντας τῶν ἀλλοτρίων μηδέποτε νομίζωμεν ὑγιαίνειν, μηδὲ ἀφθονίας ἀπολαύειν τινός. Ὁ γὰρ τὴν ἑαυτοῦ στῆσαι μὴ δυνάμενος ἐπιθυμίαν, κἂν τὰ πάντως περιβέβληται, πῶς οὗτος ἔσται ἐν εὐπορίᾳ ποτέ; Τοὺς μέντοι τοῖς οἰκείοις ἀρκουμένους, καὶ στέργοντας τὰ ἑαυτῶν, καὶ μὴ περισκοπουμένους τὰς ἀλλοτρίας οὐσίας, κἂν ἁπάντων ὦσιν ἀπορώτεροι, πάντων εὐπορωτέρους εἶναι χρὴ νομίζειν. Ὁ γὰρ μὴ δεόμενος τῶν ἀλλοτρίων, ἀλλ' ἐν αὐταρκείᾳ ἀγαπῶν εἶναι πάντων 48.983 ἐστὶν εὐπορώτερος. Ἀλλ' εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν. Ἐγένετο, φησὶν, ἀποθανεῖν τὸν Λάζαρον, καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων. Ἐνταῦθα πονηρὸν νόσημα τῆς ὑμετέρας ἐξελεῖν βούλομαι ψυχῆς. Καὶ γὰρ πολλοὶ τῶν ἀφελεστέρων νομίζουσι τὰς ψυχὰς τῶν βιαίῳ θανάτῳ τελευτώντων δαίμονας γίνεσθαι. Οὐκ ἔστι δὲ τοῦτο, οὐκ ἔστιν. Οὐ γὰρ αἱ ψυχαὶ τῶν βιοθανατούντων δαίμονες γίνονται, ἀλλ' αἱ ψυχαὶ τῶν ἐν ἁμαρτήμασι ζώντων, οὐ τῆς οὐσίας αὐτῶν μεταβαλλομένης, ἀλλὰ τῆς προαιρέσεως αὐτῶν τὴν ἐκείνων μιμουμένης κακίαν. Τοῦτο γοῦν καὶ πρὸς τοὺς Ἰουδαίους δηλῶν ὁ Χριστὸς ἔλεγεν· Ὑμεῖς τοῦ διαβόλου υἱοί ἐστε· υἱοὺς δὲ διαβόλου αὐτοὺς εἶπεν, οὐκ ἐπειδὴ εἰς τὴν οὐσίαν τὴν ἐκείνου μετέπεσον, ἀλλὰ ἐπειδὴ τὰ ἔργα ἐκείνου ἐποίουν· διὸ καὶ προστίθησι· Τὰς γὰρ ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν· Καὶ πάλιν ὁ Ἰωάννης· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ δόξητε λέγειν, Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Συγγενείας γὰρ νόμους, οὐ τοὺς ἀπὸ τῆς φύσεως, ἀλλὰ τοὺς ἀπὸ τῆς ἀρετῆς καὶ τῆς κακίας οἶδεν ἡ Γραφὴ καλεῖν· καὶ ὧν ἄν τις ὁμότροπος γένηται, τοῦτον καὶ υἱὸν καὶ ἀδελφὸν εἶναί φησιν ἡ Γραφή. βʹ. Ἀλλὰ τίνος ἕνεκεν ὁ διάβολος τὸ πονηρὸν δόγμα τοῦτο εἰσήγαγε; Τὴν τῶν μαρτύρων ἐπεχείρησε διορύξαι δόξαν. Ἐπειδὴ γὰρ βιαίῳ θανάτῳ τελευτῶσιν ἐκεῖνοι, βουλόμενος αὐτῶν κατασκεδάσαι πονηρὰν ὑπόληψιν, τοῦτο ἐποίησεν. Ἀλλὰ τοῦτο μὲν οὐκ ἴσχυσε· μένουσι γὰρ τὴν οἰκείαν ἔχοντες λαμπρότητα·