1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

16

εὐφράνθην· ἐὰν δὲ ἐπιμένῃ ἀναισθη τῶν, ἀποκοπτέσθω, ὡς τὸ σεσηπὸς καὶ διεφθαρμέ νον μέλος ἀπὸ τοῦ σώματος. Γέγραπται γάρ· Συμ φέρει ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν

ΕΡΩΤΗΣΙΣ ΜΕʹ. Ἐάν τις, ἀκούσας τοῦ Κυρίου εἰπόντος, ὅτι Ὁ δοῦ λος ὁ γνοὺς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, μηδὲ ἑτοιμάσας πρὸς τὸ θέλημα αὐτοῦ, δαρήσεται πολλάς· ὁ δὲ μὴ γνοὺς, ποι ήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας, ἀμε λήσῃ τῆς γνώσεως τῶν τοῦ Κυρίου θελημά των, εἰ ἔχει τὴν παραμυθίαν. ΑΠΟΚΡΙΣΙΣ. ∆ῆλός ἐστιν ὁ τοιοῦτος σχηματιζόμενος τὴν ἄγνοιαν, καὶ ἄφευκτον ἔχει τῆς ἁμαρτίας τὴν κρίσιν. Εἰ μὴ ἦλθον γὰρ, φησὶν ὁ Κύριος, καὶ ἐλάλησα αὐ τοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ σῆς ἁμαρτίας αὐτῶν, τῆς ἁγίας Γρα φῆς πανταχοῦ πᾶσι τὸ θέλημα τοῦ Θεοῦ διαγ γελλούσης. Ὥστε οὐχὶ μετὰ τῶν ἀγνοησάντων ὁ τοι οῦτος ἔλαττον κρίνεται, ἀλλὰ μετ' ἐκείνων σφοδρότε ρον κατακρίνεται, περὶ ὧν γέγραπται· Ὡσεὶ ἀσπί δος κωφῆς, καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων, φαρμακοῦ τε φαρμακευομένη παρὰ σοφοῦ. Ὁ μέντοι ἐπιτε ταγμένος τὴν οἰκονομίαν τοῦ λόγου, ἐὰν ἀμελήσῃ τοῦ ἀναγγεῖλαι, ὡς φονεὺς κρίνεται, καθὼς γέγρα πται.

ΕΡΩΤΗΣΙΣ Μʹ. Εἰ ὁ ἑτέρου ἀνεχόμενος εἰς τὸ ποιῆσαι ἁμαρτίαν ἔνοχός ἐστι τῆς ἁμαρτίασ ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ κρῖμα φανερὸν ἐκ τῶν τοῦ Κυρίου πρὸς Πιλᾶτον ῥημάτων, εἰπόντος· Ὁ παραδιδούς με σοὶ μείζονα ἁμαρτίαν ἔχει. Σαφὲς γὰρ ἐκ τούτου, ὅτι καὶ ὁ Πιλᾶτος, ἀνεχόμενος τῶν παραδεδωκότων, ἁμαρτίαν εἶχεν, εἰ καὶ ἐλάττονα. Παρίστησι δὲ τοῦτο φανερῶς καὶ ὁ Ἀδὰμ ἀνασχόμενος τῆς Εὔας· καὶ ἡ Εὔα ἀνασχομένη τοῦ ὄφεως· οὐδεὶς γὰρ αὐτῶν ὡς ἀθῶος ἀτιμώρητος ἀφείθη. Καὶ αὐτὴ δὲ ἡ τοῦ Θεοῦ κατ' αὐτῶν ἀγανάκτησις ἐπιτετηρημένως τοῦτο ἐνδείκνυται· τοῦ γὰρ Ἀδὰμ ἀντὶ ἀπολογίας προσ ενεγκόντος τὸ, Ἡ γυνὴ, ἣν δέδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον· ἀποκρίνεται ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ 31.1113 ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι, τού του μόνου μὴ φαγεῖν, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. καὶ τὰ ἑξῆς.

ΕΡΩΤΗΣΙΣ ΜΖʹ. Εἰ δεῖ τοῖς ἁμαρτάνουσιν ἐφησυχάζειν. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι μὲν οὐ δεῖ, φανερὸν ἐκ τῶν τοῦ Κυρίου προσ ταγμάτων ἐν μὲν τῇ Παλαιᾷ ∆ιαθήκῃ εἰπόντος· Ἐλεγμῷ ἐλέγξεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν ἁμαρτίαν· ἐν δὲ τῷ Εὐαγγελίῳ· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγ ξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν στα θήσεται πᾶν ῥῆμα. Ἐὰν δὲ παρακούσῃ αὐ τῶν, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ τελώνης. Ἡλίκον δέ ἐστι τὸ κρῖμα τοῦ ἁμαρ τήματος τούτου, ἔξεστι γνῶναι πρῶτον μὲν ἐξ ἀπο φάσεως τοῦ Κυρίου καθολικῶς εἰπόντος· Ὁ ἀπει θῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωήν· ἀλλ' ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν· ἔπειτα καὶ ἐξ ἱστοριῶν ἔν τε τῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γραφῇ φερομένων. Ἰδοὺ γὰρ ὁ μὲν Ἄχαρ, ἡνίκα ἔκλεψε τὴν γλῶσσαν τὴν χρυσῆν καὶ τὴν ψιλὴν, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ὀργὴ Κυρίου, καίτοιγε ἀγνοήσαντα καὶ τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα, μέχρις ὅτε ἐφανε ρώθη ὁ προειρημένος, καὶ τὸν φοβερὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς ἰδίοις ὑπέμεινεν ὄλεθρον. Ὁ δὲ Ἠλεὶ καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς, οἵτινες ἦσαν υἱοὶ λοιμοὶ, πολλάκις δὲ αὐτοῖς παραινέσας, καὶ εἰπὼν, Μὴ, τέκνα, οὐκ ἀγαθὰ ἀκούω περὶ ὑμῶν, καὶ λόγῳ πλείονι κατασκευάσας τῆς τε ἁμαρ τίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφευκτον, ὅτι μὴ ὅλως ἐξεδίκησε, μηδὲ τὸν πρέποντα ζῆλον κατ' αὐτῶν ἐπεδείξατο, τοσοῦτον παρώξυνε τὴν ὀργὴν τοῦ Θεοῦ, ὡς καὶ τὸν λαὸν τοῖς υἱοῖς αὐτοῦ συνανα λωθῆναι, καὶ τὴν κιβωτὸν αὐτὴν ὑπὸ τῶν ἀλλοφύλων ληφθῆναι, καὶ αὐτὸν ἐπὶ τούτοις οἰκτρῷ τέλει