1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

16

βασιλέως εἰσὶν δυναστεῖαι-, ἃ δύναται βασιλικῶς. 23 1 εἰς τὸ τέλος, ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς· ψαλμὸς τῷ ∆αυίδ. ἐστὶν ἡμέρα πνευματικὴ γινομένη ὑπὸ τοῦ "ἡλίου τῆς δικαιοσύνης", περὶ ἧς πολλὰ ἐν ταῖς γραφαῖς καὶ μάλιστα ἐν τῇ καινῇ κεῖται· "ὡς ἐν ἡμέρᾳ", φησίν, "εὐσχημόνως περιπατήσωμεν". οἶδας ὅτι καὶ κατὰ τὸ ῥητὸν οἱ ἀσχήμονά τινα ποιοῦντες ἐν σκότει αὐτὰ ποιοῦσιν καὶ μάλιστα τότε, ὅτε ἐνῆσαν πολλοὶ καλοὶ ἄνθρωποι. ὁ ἐν ἀγνοίᾳ οὖν τῶν καλῶν ὑπάρχων ἐν σκότει ἐστὶν καὶ πράττει πολλὰ τῶν ἀσχημοσύνην φερόντων. ὅταν δέ τις καταυγασθῇ ὑπὸ τοῦ φωτὸς τοῦ ἀληθινοῦ "ἐν ἡμέρᾳ περιπατῶν", τουτέστιν προκόπτων-ὁ γὰρ περίπατος προκοπὴν δηλοῖ-, εὐσχημόνως πάντα πράττει καὶ φρονεῖ οὐδὲν τῶν φερόντων ἀσχημοσύνην. ταύτην τὴν κατάστασιν παριστὰς καὶ ὁ προφήτης Ἰσαίας λέγει· "ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός". αὕτη οὖν ἡ ἑωθινὴ ἀντιλήμψεως χρῄζει· κἂν γὰρ ἔχωμεν φωτισμὸν καὶ ἀρχὴν ἡμέρας, δεόμεθα τοῦ φωτὸς παρεῖναι, ἵνα μὴ ἐπιλείψῃ ἡ ἡμέρα, ἵνα μὴ δύνῃ. "εἰς τὸ τέλος" οὖν, "ὑπὲρ τῆς ἀντιλήμψεως τῆς ἑωθινῆς"· ἀρξαμένης γὰρ τῆς ἡμέρας κατὰ ἀντίλημψιν θεοῦ, ἐὰν ὁ ἀντιλαμβανόμενος μένῃ ἐν τῇ αὐτῇ προθέσει π̣ρὸς τὸν βοηθουμενόν, καὶ μέχρι ὅλης τῆς ἡμέρας ἐν τῇ ἀντιλήμψει μένει· εἰ γὰρ ἐν τῇ ἀρχῇ τῇ βραχὺ φέγγος ἐχούσῃ ἀν τιλαμβάνεται, πολλῷ πλέον, ὅταν μεσημβρία γένηται. εὑρίσκεις οὖν πολλὰ τοιαῦτα καὶ ἐν ταῖς γραφαῖς κείμενα. ὁ θεὸς ὤφθη τῷ Ἀβραὰμ οὐκ ἄλλῳ καιρῷ ἢ τῷ μεσημβρινῷ· τότε γὰρ ἀκμαῖον γέγονεν τὸ φῶς. καὶ λοιπὸν κατὰ κορυφῆς γέγονεν ὁ ἥλιος ὡς ἄσκιον εἶναι τὸν περὶ ἡμᾶς ἀέρα. ταῦτα δὲ ἀλληγορικώτερον λέγει, ἐπεὶ καὶ τὸ ῥητὸν χειραγωγεῖ εἰς τοῦτο. τοῦτό τοι καὶ ἡ νύμφη πρὸς τὸν ἑαυτῆς νυμφίον λέγει· "ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου, ποῦ ποιμαίνεις καὶ ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ"; ἐν ἀρχῇ τῆς ἡμέρας, καθ' ἣν ποιμαίνεις, γέγονα. τὸν μεσημβρινὸν δὲ καιρόν, ὅτε ἀκμάζει τὸ φῶς, ζητῶ. "ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις"; ἵν' ἐκεῖ γενομένη ὡς σύμβιος σὺν σοὶ ἐργάζωμαι τὸ ἔργον· κἀγὼ γὰρ βούλομαι ἐκεῖνα τὰ πρόβατα, ἃ ποιμαίνεις, νέμειν. καὶ σύμβολον τῆς τοιαύτης καταστάσεως φέρουσιν αἱ ἅγιαι γυναῖκες αἱ ποιμαίνουσαι, οἵα ἦν ἡ Ῥεβέκκα. "ὑπὲρ τῆς" οὖν "ἀντιλήμψεως τῆς ἑωθινῆς". τίς δὲ ἔχει τὴν ἑωθινὴν καὶ τὴν ἀρχὴν τῆς ἡμέρας ἢ ὁ δυνάμενος εἰπεῖν· "ἡ νὺξ προέκοψεν, ἡ ἡμέρα ἤγγισεν"; διὰ τοῦτο καὶ αἱ γυναῖκες αἱ ζητοῦσαι τὸν Ἰησοῦν, ὅτε ἐσταυρώθη, ἐν 24 τῷ μεσημβρινῷ καιρῷ οὐχ εἶδον αὐτόν, ἀλλ' ἕωθεν πρωίας. οἴδατε οὖν καὶ τὸ τῆς ἱστορίας τῆς κατὰ τὸν σωτῆρα ἀληθῶς ἔχειν καθόλου μὲν περὶ παντὸς σπουδαίου, οὗ λάμπει τὰ ἔργα ἔνπροσθεν τῶν ἀνθρώπων οἷα φῶς. λέγομεν, ὅτι ἐν ἑωθινῷ καιρῷ γίνεται, ὅταν ἀρχὴν λάβῃ τοῦ φωτισμοῦ ὥστε εἰπεῖν· "τὸ πρωὶ παραστήσομαί σοι καὶ ἐφόψομαι". τοιοῦτόν ἐστιν καὶ τό· "ἦτε γὰρ σκότος, νῦν δὲ ἐν φωτὶ κυρίου". "εἰς τὸ τέλος" οὖν, ἐπεὶ τέλος ἀπέλαβεν τὸ προσδοκώμενον, ὃ ἡ οἰκονομία τοῦ σωτῆρος κατώρθωσεν καὶ ἡ τελεία ἀρετή. ἄκουε λοιπόν· ὁ ψαλμὸς οὗτος μονοπρόσωπός ἐστιν. τὸ λέγον πρόσωπον ἀπὸ τῆς ἀρχῆς μέχρι τοῦ τέλους τὸ αὐτό ἐστιν. γίνονται δὲ πολλάκις καὶ ἐν ψαλμοῖς καὶ ἐν προφητείαις μεταβολαὶ προσώπων, καὶ τῶν λεγόντων καὶ πρὸς ἃ λέγεται καὶ περὶ ὧν λέγεται· πᾶς γὰρ ὁ λέγων πρόσωπον φέρει τοῦ ἀπαγγέλλοντος. καὶ ἐπεὶ οὐχ ὡς ἔτυχεν λέγει, ἀλλὰ τισὶν λέγει, ἔστιν καὶ πρόσωπον δεύτερον τὸ ἀκοῦον τοῦ λέγοντος καὶ πρᾶγμα περὶ οὗ ἀπαγγέλλει. τὸ λέγον οὖν πρόσωπον ἐνταῦθα ἕν ἐστιν. ἐλήφθη δὲ ἀπὸ τοῦ ψαλμοῦ τούτου ἐν τῇ καινῇ διαθήκῃ πολλὰ ῥητά, ὡς ἐκ προσώπου τοῦ σωτῆρος τοῦ ψαλμοῦ εἰρημένου. ὅλως αὐτὸ τοῦτο τό· "ὁ θεὸς ὁ θεός μου"· ὁ σωτὴρ ἐν τῷ σταυρῷ τυγχάνων εἶπε τὴν φωνήν. ἐλέχθη καὶ τὸ "διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς" ἀπὸ τοῦ σωτῆρος εἰρημένον ἐν τοῖς εὐαγγελίοις. καὶ τό· "ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου"· Παῦλος ἐν τοῖς Ἑβραίοις ἐκ προσώπου τοῦ σωτῆρος αὐτὸ εἰρῆσθαι