1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

16

ἐντεῦθεν μανθάνομεν, ὅτι κατὰ συγχώρησιν γίνεται, ἅπερ ὁ θεὸς ἐπιτρέπει τῷ διαβόλῳ, ὅτι ἐκεῖνος αἰτεῖ καὶ ἐπιτρέχει τοῖς πειρασμοῖς οὐ κελευόμενος, ἀλλ' ἐπιθυμῶν καὶ αἰτῶν τὸν θεόν. ὁρᾷς, ὅτι ὁ θεὸς οὐ πειράζει οὐδένα; ἀλλ' ὅταν ἐκεῖνος ἐπιπηδήσῃ, συγχωρεῖ τὰ μέν, τὰ δὲ οὔ. εἰ δὲ λέγοι τις ἐπὶ τῶν καταπιπτόντων, τίνος ἕνεκεν συγχωρεῖ· ἵνα ἐλεγχθῶσι πολλάκις σχηματιζόμενοι καὶ ὑποκρινόμενοι οἷον ἐπὶ τοῦ Ἰούδα. συνεχώρησεν αὐτῷ ἐπιπηδῆσαι, ἵνα ἐλέγξῃ αὐτοῦ τὴν κακίαν· ἐπὶ δὲ τοῦ Σίμωνος οὐκέτι, ἀλλ' ἐβοήθησεν. ὥστε καὶ συγχωρεῖ καὶ οὐ συγχωρεῖ. συγχωρεῖ μὲν ἐπὶ τῷ πεσεῖν καὶ ἐλεγχθῆναι καὶ συγχωρεῖ πάλιν ἐπὶ τῷ δοκιμασθῆναι, καὶ οὐ συγχωρεῖ ἐπὶ τῷ μὴ καταπεσεῖν. διὸ καὶ κελευόμεθα εὔχεσθαι· μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ὃν οὐ δυνάμεθα φέρειν. ὅρα, πότε τὰ τῆς νόσου καὶ τῆς ἀρρωστίας αὐτῷ συνέβη, ὅτε τῶν θεραπευόντων ἐγένετο γυμνός. ἡ γὰρ πενία χαλεπὸν μὲν καὶ ἐν ὑγείᾳ, ὅταν δὲ καὶ ἀρρωστία προσῇ καὶ ἀρρωστία πολλῶν δεομένη τῶν θεραπευσόντων, ἀφορητότερον γίνεται τὸ δεινόν. ὅρα θυμὸν διαβολικόν· οὐδενὸς ἐφείσατο μέρους, διέφθειρεν αὐτῷ τὴν σάρκα. ὢ ἀθλητοῦ γενναίου καὶ ἥρωος ἐν τῷ σώματι πυκτεύοντος τῷ δαίμονι τῷ πονηρῷ, ὥσπερ ἂν εἴ τις τὰ ὅπλα ἅπαντα ἀφαιρεθεὶς γυμνῇ τῇ χειρὶ ἀναγκάζοιτο τύπτειν τοῦ ἀνταγωνιστοῦ τὴν κεφαλὴν ἢ πληττόμενος μόνον νικᾶν. δεσμεῖ δὲ αὐτῷ 39 τὰς χεῖρας ἐκλύειν τὸν ἀντίπαλον μέλλων. «ἰδού», φησίν, «παραδίδωμί σοι αὐτὸν ἐν τῇ χειρί σου.» οὐκ εἶπεν· «ἐξ ἐναντίας μάχεσθε», ἀλλά· «δεσμεύσας αὐτὸν παραδίδωμι, καὶ οὐδὲ οὕτω περιέσῃ.» ὅρα, πόση τῶν τοῦ θεοῦ δούλων ἡ δύναμις, καὶ πόση τοῦ διαβόλου ἡ ἀσθένεια. οὐδὲ κατεχομένων περιγίνεται τῶν δικαίων. ἴσως οὐ δοκεῖ σοι πόνηρον εἶναι τὸ πάθος, ἐπειδὴ ἕλκος ἤκουσας, ἀλλ' ἄκουε τὴν ἐπαγωγήν· 2,8a καὶ ἔλαβεν ˉ̓Ιὼβ ὄστρακον, ἵνα ἀποξέσῃ τὸν ἰχῶρα αὐτοῦ. πῶς ἄν τις ἐφίκοιτο τῷ λόγῳ τῆς συμφορᾶς ἐκείνης; τί λέγω; οὐδὲ ὄψις αὐτὴν παραστῆσαι δυνήσεται, διὰ μόνης δὲ τῆς πείρας ἔστιν αὐτὴν εἰδέναι καλῶς. τίνος ἕνεκεν αὐτὸς ἔξεεν; ἔρημος ἦν, γυμνὸς τῶν θεραπευσόντων· ἦν γὰρ καὶ τοῦτο διαβολικῆς ἐνεργείας βδελυκτὸν αὐτὸν πᾶσι καταστῆσαι καὶ μισητόν. τοὺς γὰρ μάλιστα ἀντέχεσθαι μέλλοντας τῆς συμφορᾶς προανήρπασεν, τὴν δὲ παραμυθίαν τὴν ὑπολειπομένην-τὴν γυναῖκα λέγω-οὐ μόνον οὐκ εἴασεν, ἀλλὰ καὶ ὥπλισε κατ' αὐτοῦ. τίνος δὲ ἕνεκεν οὐχὶ χερσὶν οὐδὲ δακτύλοις ἀπέξεεν; ὥστε μὴ τὴν θεραπείαν μείζονα γενέσθαι ἀηδίας ὑπόθεσιν. ὁ δὲ αὐτὸς ἑαυτὸν θεραπεῦσαι οὐκ ἀνεχόμενος πῶς ἂν ἑτέρων ἔτυχεν; αὐτὸς ἑαυτοῦ δήμιος ἦν, οὐ διορύττων τὰς πλευράς, ἀλλὰ τὴν πηγάζουσαν σηπεδόνα περικόπτων. εἰ γὰρ καὶ τοὺς θεραπεύοντας εἶχεν, οὐκ ἐλεεινὸν τοῦτο; νῦν δὲ αὐτὸς ἑαυτὸν ἐθεράπευεν. κοινὸν προύκειτο θέατρον πᾶσι τοῖς ὁρῶσιν. ἀπεδύσατο ὁ ἀθλητὴς καὶ ἐπάλαιεν. τίνος ἂν εἴημεν ἡμεῖς ἄξιοι μηδὲ ἀκοῦσαι ταῦτα ἀνεχόμενοι; πόσης ταῦτα τιμωρίας οὐ χαλεπώτερα; ἕκαστος ἀναλαβέτω τῇ πείρᾳ τὸ πρᾶγμα, μὴ τῇ τῶν λόγων διηγήσει προσεχέτω μόνον. κατὰ μικρὸν ἑαυτὸν ἑώρα ἀναλούμενον αἰσχρῶς καὶ βδελυκτῶς· 40 ἰδεῖν γὰρ αὐτὸς ἑαυτὸν πῶς ἔφερεν; ἀπελήλατο τῆς πόλεως- πόσον τὸ ὄνειδος- καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο. 2,8b καὶ γὰρ αὐτός, φησίν, ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως. τίνος ἕνεκεν; οὐκ ἠνέσχοντο οἱ πολῖται θέαμα δεινὸν καὶ ἐλεεινόν, τέρας τι καὶ παράδοξον ἰδεῖν. εἶδες συμφορὰν ἐσχάτην; εἶδες τὸν ἀδάμαντα; εἶδες τὸν σιδηροῦν ἄνθρωπον; τίνος ἕνεκεν οὐκ ἐν οἰκίσκῳ καθεῖρξεν ἑαυτόν, ἀλλ' αἴθριος ἦν τοῖς ἁπάντων προκείμενος ὀφθαλμοῖς; ἐμοὶ δοκεῖ ὥστε ἐλεεινότερος γενέσθαι. ἐπὶ τούτῳ εἰπεῖν ἦν· ὅσῳ ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. ὅσοι μέγα φρονοῦσιν ἐπὶ σώματος ὥρᾳ, ἀναλογιζέσθωσαν αὐτοῦ τὴν φύσιν. ἰχὼρ ἦν καὶ σκωλήκων τροφὴ καὶ τράπεζα. εἴ τινες ἐπὶ δυσωδίᾳ καὶ κολοβώσει καταδύονται, τὸν ἥρωα τοῦτον λογιζέσθωσαν. τί τούτου δυσωδέστερον; τί δὲ εἰδεχθέστερον; τί δὲ μᾶλλον βδελυκτόν; ἀλλ' οὐδὲν ἦν τῆς ψυχῆς αὐτοῦ εὐωδέστερον. ἐσήπετο τοῦ σώματος ἡ φύσις, ἡ δὲ ψυχὴ διέμεινεν ἄφθορος. τίνος δὲ