1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

17

ἔγραψεν. ἐπεὶ τοίνυν τρεῖς μαρτυρίαι κεῖνται ἀπὸ τοῦ ψαλμοῦ, ὅτι πρόσωπον τοῦ σωτῆρός ἐστιν τὸ λέγον, ὅλον τὸν ψαλμὸν ἐκ προσώπου αὐτοῦ ἀπαγγελθέντα δεῖ λαβεῖν. καὶ ἀναγκαίως τοῦτο λέγω-παρεθέμην δὲ αὐτὸ καὶ ἐν τοῖς περὶ τῆς ἐνανθρωπήσεως· ἐπεὶ δὲ ἀεὶ φέρουσιν ἡμῖν ῥη τὰ ὡς σῶμα ἐσχηκότος τοῦ σωτῆρος οἷον· "σῶμα δὲ κατηρτίσω μοι", καί· "Χριστοῦ παθόντος ὑπὲρ ἡμῶν σαρκί", ἐλέγομεν ὅτι· εἰ προσέκειτο "μόνον"· "σῶμα δὲ μόνον κατηρτίσω μοι". ἔστιν ποτὲ ἱμάτια πλείονα φορεῖν. ἐὰν περί τινός τις λέγῃ, φέρε, ὅτι ἔχω φᾶρον, ἔχω λώπιον, ἱμάτιον, μὴ προσθῇ δὲ ὅτι "μόνον", οὐ κεκώλυται ἔχειν καὶ τὰ ἄλλα. πάλιν ἐχέτω τις, φέρε, ἀσπίδα καὶ ξίφος καὶ περικεφαλαίαν καὶ θώρακα. ἐὰν χρεία ἀπαιτήσῃ εἰπεῖν ὅτι ἔχω ἀσπίδα, μὴ προσθῇ δὲ ὅτι "μόνην", οὐκ ἀναιρεῖται τὸ προσεῖναι αὐτῷ τὰ ἄλλα. ἔχομεν οὖν ἐνταῦθα ὑπ' αὐτοῦ λεγόμενον τοῦ προσώπου τό· "ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου". εἰ καὶ ἐν ἄλλῳ εἶ25 πεν· "σῶμα δὲ κατηρτίσω μοι", καὶ μνήμη ψυχῆς οὐ γέγονεν, καὶ ὧδε μνήμη ψυχῆς γέγονεν, καὶ οὐκ ἤδη ὅτι λέγει· "ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου", περὶ μόνης τῆς ψυχῆς ἑαυτοῦ εἴρηκεν.

2 ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐνκατέλιπές με; τὸ τῆς

ἐνκαταλείψεως ὄνομα κυριολεκτούμενον οὐ δηλοῖ τὸ ἐν σκυθρωποῖς γενέσθαι. οἱ μάρτυρες γοῦν οὐκ ἐνκατελείφθησαν λεβητισθέντες πυρὶ παραδοθέντες. οἱ δὲ θύσαντες κἂν μηδὲν πάθωσιν, ἐνκατελείφθησαν. ὅτε τις οὖν αἰτεῖται μὴ ἐνκαταλειφθῆναι, τοῦτο αἰτεῖ ται τὸ μὴ ἐκπεσεῖν τῆς προθέσεως αὐτοῦ. δοκοῦντος μὴ ἐμπίπτειν εἰς ἐνκατάλειψιν τοῦ μηδὲν πάσχοντος, ἀλλ' ἐνίοτε τότε διὰ κακίαν αὐτῷ γίνεται, ὡς εἶπον, οἱ θύσαντες. ἐνκατάλειψις οὖν ἐστιν τὸ ἀποστῆναι τὸν θεὸν ἀπὸ τοῦ ἐνκαταλειπομένου. ὅπερ πέπονθεν ὁ Σαούλ· "οὐκ ἐπακήκοές μου", φησίν, "οὐδὲ ἐν τοῖς ἐνυπνίοις"· καὶ ἀπῆλθεν πρὸς τὴν ἐνγαστρίμυθον. ἐάν ποτε οὖν ἴδῃς πλούσιον Χριστιανὸν πάντα προσηνῶς ἔχοντα, πρὸς ἀστρολόγους δὲ τὴν καταφυγὴν ἢ πρὸς νεκυίας ἢ πρὸς τοιαῦτα τὴν σπουδὴν ἔχοντας, οὗτοι ἐνκατελείφθησαν. καὶ ἐὰν ἴδῃς πένητα καὶ πλούτου ἐκπεσόντα, ἐχόμενον δὲ τοῦ θεοῦ, οἷος ἦν ὁ Ἰώβ, οὐκ ἐνκατελείφθη οὗτος. ἐπεὶ τοίνυν εἰς σταυρὸν ἐλήλυθεν ὁ σωτήρ, δοκεῖ δὲ τοῖς ἀνθρώποις ἐνκατάλειψις εἶναι τὸ ὑποπεσεῖν τοιούτῳ θανάτῳ, ὡς πρὸς τὴν ἐκείνων ὑπόλημψιν τοῦτο λέγει· "ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι". τάχα δὲ καὶ ἐνκατάλειψιν λέγει τοῦ ὡσανεὶ σώματος αὐτοῦ· σῶμα γὰρ ἦσαν αὐτοῦ πρὸ τούτου οἱ Ἑβραῖοι. ἐνκατελείφθη οὖν ἐκεῖνος ὁ λαός. καὶ ἑαυτοῦ ἐνκατάλειψιν λέγει, ἐπεὶ κεφαλὴ ἦν αὐτῶν. "ὁ θεὸς ὁ θεός μου, πρόσχες μοι· ἵνα τί ἐνκατέλιπές με"; τὴν αἰτίαν καὶ τὸ τέλος τῆς ἐνκαταλείψεως ἀπαιτεῖ, ὃ γὰρ ἔστιν. "ἐπὶ τίνι με ἐνκατέλειψας"; ἀπαιτοῦντός ἐστιν τέλος, οὐχ ἵνα αὐτῷ γνωσθῇ, ἀλλ' ἵνα τῷ σώματι αὐτοῦ, τοῖς αὐτοῦ ἀνθρώποις. 2 μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου. ὧδε ἵνα μὴ δόξωμεν μυθολογεῖν, ἀναγκαζόμεθα βαθυτέρας θεωρίας ἅψασθαι. οὐ ταὐτόν ἐστιν πρᾶγμα καὶ ὁ τοῦ πράγματος λόγος. οἱ πολλοὶ ἴσασιν τὰ αἰσθητά, λόγον δὲ αὐτῶν οὐκ ἔχουσιν. μεγάλων ἐστὶν τὸ ἔχειν λόγον τῶν πραγμάτων. οὕτω γὰρ καὶ λόγῳ χωρίζομεν πρᾶγμα ἀπὸ πράγματος. καὶ ἐμνημόνευσα τοῦ χρώματος καὶ τῆς ἐπιφανείας. ἄλλο δέ ἐστιν τὸ χρῶμα καὶ ἄλλο ἡ ἐπιφάνεια, ἀχώριστα μέντοι ἑαυτῶν. λόγῳ οὖν χωρίζομεν αὐτά. τὸ χρῶμα ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἡ δὲ ἐπιφάνεια οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥστε ἕτερόν ἐστιν τὸ χρῶμα τῆς ἐπιφανείας, κἂν μηδέποτε χωρίζηται αὐτῆς, κἂν μηδέποτε ὑπάρχῃ ἄνευ αὐτῆς. ταῦτα δὲ λέγουσιν οἱ περὶ ἀπόδειξιν ἔχοντες ἐξ ἀφαιρέσεως. ἀφαιροῦμεν λόγῳ τόδε ἀπὸ τοῦδε, οὐκ αἰσθήσει, οὐχ ὑπάρξει. ὅταν οὖν λέγωμεν ὅτι ἡ γραμμὴ μῆκος ἀπλατές 26 ἐστιν, ἡ αἰσθητὴ οὔκ ἐστιν ἀπλατής. πάντως ἔχει πλάτος. λόγῳ δὲ