1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

17

ἐπειδὴ γὰρ ἀσύμφωνος τοῖς φιλαμαρτήμοσι καὶ καταφρονηταῖς καὶ ἄκρατος ἡ χρηστότης τοῦ Θεοῦ, οὐ πρὸς μετάνοιαν ἄγουσα, πρὸς ἄδειαν δὲ τοῦ πλημμελλεῖν, εἰκότως ὁ Θεὸς σὺν τῷ χρηστῷ μετὰ τοῦ εὐεργετικοῦ καὶ τὸ φοβερὸν ἔχει σκιαγραφούμενον· ὅθεν ὁ Παῦλος τὴν ἕξιν εἰδὼς τῶν μαθητευομένων 69 κέντρων δεομένην, καὶ οὐ πραότητος, μόνοις ἐπιστέλλων Κορινθίοις ἔλεγεν· τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς, ἢ ἐν ἀγάπῃ πνεύματι τε πραότητος; ἀλλὰ καὶ τῶν ἁγίων τίς προανεφώνει λέγων γέεννά σε οὐ πτοεῖ· βασιλεία σε οὐ προτρέπεται· λιθίνῃ καρδίᾳ διαλεγόμεθα. οὕτως ἐγινώσκετο φοβερὸν καὶ καταπληκτικὸν χρειῶδες τοῖς παιδευομένοις. ἀλλ' οὐ πρῶτον παρὰ τῷ Θεῷ τὸ σάρδιον· πρώτη δέ γε ἡ ἴασπις. ἡ μὲν γὰρ φύσις αὐτὸ τὸ ἀγαθὸν καὶ φιλάνθρωπον καὶ ἥμερον, καὶ πατὴρ εἶναι βούλεται μᾶλλον ἢ δεσπότης ἡμῶν. πρὸς δὲ τὸ φοβερὸν καὶ κολαστικὸν ἡμεῖς αὐτόν, εἰ θέμις εἰπεῖν, βιαζόμεθα, καὶ τὸ κατὰ φύσιν ἀφεὶς πολλάκις τὴν ἡμερότητα, ἐπὶ τὸ παρὰ φύσιν ἄγεται τὴν αὐστηρίαν. καὶ ἴρις φησὶν κυκλόθεν τοῦ θρόνου αὐτοῦ, ὁμοία ὁράσει σμαραγδίῳ. ἡ μὲν αἰσθητὴ ἴρις ἣν ἡ θεῖα γραφὴ τόξον καλεῖ Θεοῦ, ἡ ἐκ τῆς ἀντανακλάσεως τοῦ ἡλιακοῦ φωτὸς συνισταμένη, ὅταν ἐν παχύτητι νέφους ἀποληφθὲν ἀντιφράσσηται, ποικίλη καὶ παντοειδὴς χρόα καθέστηκεν. ἐκείνη δέ γε ἡ νοητή, ἡ τὸν θεῖον κυκλοῦσα θρόνον, μονοειδὴς ἦν· σμαραγδίζουσα γὰρ ἦν. καὶ αὐτὴ δέ γε προδείκνυσι πάντα τὰ περὶ Θεὸν ἅγια καὶ λειτουργικὰ πνεύματα, διὸ καὶ ἴριν κέκληκεν αὐτὴν καίτοι μονοειδῆ τυγχάνουσαν, ἵν' ἐκ τῶν ποικίλων τῆς ἴριδος χρωμάτων τὰς πολλὰς τῶν θείων ἀγγέλων τάξεις καὶ διαφορὰς ἐννοήσωμεν. παντὰ δέ γε μίαν ἧψε χρόαν· ἅπαντα γὰρ ὁμοίως ἐστὶν εὐεργετικὰ καὶ μίμησιν φέροντα τοῦ οἰκείου δεσπότου, τῆς σμαραγδιζούσης χρόας καὶ αὐτοῖς τὸ ποριστικὸν μαρτυρούσης, ὥσπερ τῷ Θεῷ τὸ τῆς ἰάσπιδος. καὶ μή τί τινι προσπταίῃ τῶν ἐντυγχανόντων· τί δή ποτε; τὰ μὲν 70 περὶ Θεοῦ ἅγια τῶν ἀσωμάτων τάγματα τῇ τιμιωτέρᾳ λίθῳ τῆς σμαράγδου παρείκασται, αὐτὸς δέ γε ὁ Θεὸς τῇ ἧττον τιμίᾳ, τῇ ἰάσπιδι καὶ τῷ σαρδίῳ; οὐ γὰρ περὶ τῆς τιμιότητος τῶν ὁραθέντων ὁ λόγος νῦν, ἀλλὰ τῶν ἐκ τῆς χρόας σημαινομένων. εἰ γὰρ τιμιότητά τις μικροπρεπῶς ἐπιζητοίη, οὐδὲ ὑπῆρχέ τι ᾧ παρεικασθείη ὁ Θεὸς, †ἢ κἀκεῖνό τις μέμψοιτο†· ὅτι ὁ μὲν Κύριος λίθῳ παρεικάζεται. ἰδοὺ γὰρ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖόν φησι περὶ τοῦ Κυρίου ὁ Ἡσαΐας. καὶ ὁ προφήτης δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες περὶ αὐτοῦ λέγει. ὄρη δὲ τὰ πονηρὰ τῶν δαιμόνων ἀλληγορεῖται τάγματα· ὄρη γὰρ μετατίθεσθαι ὁ αὐτὸς ἔφη ∆αυίδ· ἐν καρδίαις θαλασσῶν, καὶ ἐταράχθησαν ὄρη ἐν τῇ κραταιότητι αὐτοῦ, ὧν ὅσον ἐν μεγέθει, τὸ ὑπερέχον οὐδὲ δυνατὸν εὑρεῖν. κυκλόθεν φησὶν τοῦ θρόνου, θρόνους ˉκˉδ· καὶ ἐπὶ τοὺς ˉκˉδ θρόνους, ˉκˉδ πρεσβυτέρους καθημένους καὶ περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς. καὶ ἐκ τοῦ θρόνου ἐκπέμπονται ἀστραπαί, φωναί, βρονταί, καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ· καὶ ἐνώπιον τοῦ θρόνου θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. τοὺς εἰκοσιτέσσαρας πρεσβυτέρους τοὺς ἐν τοῖς θρόνοις καθημένους εἰδείη μὲν ἂν μόνος ὁ τῶν κρυφίων γνώστης Θεός· καὶ ᾧ ἂν αὐτὸς ἀποκαλύψῃ, ὅσον δὲ ἐπὶ τῆ ἐμῇ εἰκασίᾳ, ὁ Ἄβελ ἦν καὶ ὁ Ἐνὼχ καὶ Νῶε· Ἁβραὰμ καὶ Ἰσαὰκαὶ Ἰακώβ· ὁ Μελχισεδὲκ καὶ ὁ Ἰώβ· Μωϋσῆς καὶ 71 Ἀαρών· Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Σαμουήλ· ∆αυίδ, Ἠλίαςκαὶ Ἐλισσαῖος· οἱ δώδεκα μικροὶ προφῆται ἐν σχήματι ἑνὸς γραφόμενοι· Ἡσαΐας καὶ Ἱερεμίας· Ἱεζεκιὴλ καὶ ∆ανιήλ· Ζαχαρίας καὶ Ἰωάννης· Ἰάκωβος ὁ τοῦ Ἰωσὴκαὶ Στέφανος, οἱ τῆς καινῆς μάρτυρες διαθήκης. ἦν δὲ ἂν εἰπεῖν Πέτρον καὶ Παῦλον καὶ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου, ὃν Ἡρώδης ἀνεῖλε μαχαίρᾳ, καὶ τὸν λοιπὸν τῶν ἁγίων ἀποστόλων χορόν, εἰ μὴ ἐπαγγελίαν εἶχον παρὰ τοῦ Κυρίου, οὐ νῦν, ἀλλ' ἐν τῇ παλιγγενεσίᾳ καθήσεσθαι ἐπὶ δώδεκα θρόνους, ἑτέρους δηλονότι παρὰ τοὺς εἰρημένους· οὕτω γὰρ ἔφη πρὸς αὐτοὺς ὁ Κύριος ἐν τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ·