1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

18

ἀνατεθὲν τῷ Θεῷ εἰς κοινὴν καὶ ἀνθρωπί νην χρῆσιν ἕλκειν ἀσεβὲς καὶ ἀτόλμητον. 31.1120

ΕΡΩΤΗΣΙΣ Ν∆ʹ Τί ἐστι φιλαυτία, καὶ πῶς γνωρίζει ἑαυτὸν ὁ φίλαυτος. ΑΠΟΚΡΙΣΙΣ. Πολλὰ καταχρηστικῶς λέγεται, ὥσπερ τό· Ὁ φιλῶν τὴν ψυχὴν αὑτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὑτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Φίλαυτος οὖν ἐστιν ὁ ἑαυ τὸν δῆθεν φιλῶν. Γνωρίζει δὲ ἑαυτὸν, ἐὰν ἅπερ ποιεῖ δι' ἑαυτὸν ποιῇ, κἂν κατ' ἐντολὴν ᾖ τὸ γινό μενον. Τὸ γὰρ ὑπὲρ τῆς ἑαυτοῦ ἀναπαύσεως ἐλλεῖψαί τι τῶν πρὸς τὴν χρείαν τοῦ ἀδελφοῦ, εἴτε κατὰ ψυχὴν εἴτε κατὰ σῶμα, φανερὰν ἤδη καὶ τοῖς ἄλλοις ἔχει τῆς φιλαυτίας τὴν κακίαν, ἧς τὸ τέλος ἀπώλεια.

ΕΡΩΤΗΣΙΣ ΝΕʹ. Ποία διαφορὰ πικρίας, καὶ θυμοῦ, καὶ ὀργῆς, καὶ παροξυσμοῦ. ΑΠΟΚΡΙΣΙΣ. Θυμοῦ μὲν καὶ ὀργῆς ἡ διαφορὰ τάχα ἐν διαθέσει καὶ ὁρμῇ κεῖται· τοῦ μὲν ὀργιζομένου ἐν διαθέσει μόνῃ ἔχοντος τὸ πάθος, ὡς δηλοῖ ὁ εἰπών· Ὀργί ζεσθε, καὶ μὴ ἁμαρτάνετε· τοῦ δὲ θυμουμένου ἤδη τι καὶ πλέον δεικνύντος· Θυμὸς γὰρ αὐτοῖς, φησὶ, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως· καὶ, Ὁ Ἡρώδης ἦν θυμομαχῶν Τυρίοις καὶ Σιδονίοις. Καὶ τὸ σφοδρότερον ἀπὸ θυμοῦ κίνημα παροξυσμὸς ὀνομάζεται· ἡ δὲ πικρία κατασκευὴν δεινοτέραν τῆς κακίας ἐμφαίνει.

ΕΡΩΤΗΣΙΣ Νʹ Τοῦ Κυρίου ἀποφηναμένου, ὅτι «Ὁ ὑψῶν ἑαυ τὸν ταπεινωθήσεται·» καὶ τοῦ Ἀποστόλου παρ αγγέλλοντος, «Μὴ τὰ ὑψηλὰ φρονεῖν·» καὶ ἀλλαχοῦ λέγοντος· «Ἀλαζόνες, ὑπερήφανοι, τετυφωμένοι·» καὶ πάλιν· «Ἡ ἀγάπη οὐ φυ σιοῦται·» τίς ἐστιν ὁ ὑψηλόφρων, καὶ τίς ὁ ἀλαζὼν, καὶ τίς ὁ ὑπερήφανος, τίς δὲ ὁ τετυφωμένος ἢ τίς ὁ πεφυσιωμένος. ΑΠΟΚΡΙΣΙΣ. Ὑψηλόφρων μὲν εἴη ἂν καὶ ὁ ἑαυτὸν ὑψῶν, ὁ ἐπὶ τοῖς προσοῦσιν αὐτῷ κατορθώμασι μεγαλοφρο νῶν καὶ ἐπαιρόμενος, κατὰ τὸν Φαρισαῖον ἐκεῖνον, καὶ μὴ τοῖς ταπεινοῖς συναπαγόμενος. Ὁ αὐτὸς δ' ἂν λέγοιτο καὶ πεφυσιωμένος, κατὰ τὸ Κορινθίων ἔγκλημα. Ἀλαζὼν δὲ ὁ μὴ στοιχῶν τοῖς νενομοθετη μένοις, μηδὲ πληρῶν τὸ τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν· ἰδίαν δὲ ὁδὸν δικαιοσύνης καὶ εὐσε βείας ἐπινοῶν. Ὑπερήφανος δὲ ὁ ἐπὶ τοῖς προσοῦ σιν αὐτῷ κομπάζων, καὶ ὑπὲρ ὅ ἐστι, φαίνεσθαι ἐπιτηδεύων. Τετυφωμένος δὲ ἢ ὁ αὐτός ἐστι τάχα τῷ ὑπερηφάνῳ, ἢ ἐγγὺς τούτου, κατὰ τὸ ὑπὸ 31.1121 τοῦ Ἀποστόλου εἰρημένον· Τετύφωται, μηδὲν ἐπι στάμενος.

ΕΡΩΤΗΣΙΣ ΝΖʹ. Ἐάν τις ἐλάττωμα ἔχῃ ἀδιόρθωτον, καὶ συν εχέστερον καταγινωσκόμενος βλάπτηται, εἰ συμφέρει μᾶλλον ἐπαφιέναι αὐτῷ. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο καὶ ἀλλαχοῦ εἴρηται, ὅτι τοὺς ἁμαρτά νοντας ἐπιστρέφειν μακροθύμως δεῖ, κατὰ τὸν ὑπο δεδειγμένον τρόπον παρὰ τοῦ Κυρίου. Ἐὰν δὲ μὴ ἀρκέσῃ αὐτῷ πρὸς ἐπιστροφὴν ἡ τῶν πλειόνων κα τάγνωσις καὶ ἐπιτίμησις, ὡς τῷ Κορινθίῳ, ὡς ἐθνικὸν ὁρᾶσθαι χρὴ τὸν τοιοῦτον. Ἐναφίεσθαι δὲ τὸν ὑπὸ τοῦ Κυρίου κατακεκριμένον κατ' οὐδένα τρόπον ἀσφαλὲς οὐδενὶ, τοῦ μὲν Κυρίου εἰπόντος, ὅτι συμφέρει ἵνα τις, ἕνα ὀφθαλμὸν, ἢ μίαν χεῖρα, ἢ ἕνα πόδα ἀπολέσας, εἰσέλθῃ εἰς τὴν βασιλείαν, ἢ ἐν τῷ φείσασθαί τινος τούτων, ὅλος βληθῇ εἰς τὴν γέενναν τοῦ πυρὸς, ὅπου ἐστὶν ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· καὶ τοῦ Ἀποστόλου μαρτυροῦντος, ὅτι μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.

ΕΡΩΤΗΣΙΣ ΝΗʹ. Ὁ κατ' ἐπιτήδευσιν ψευσάμενος κρίνεται μόνον; ἢ καὶ ὁ κατὰ ἄγνοιάν τι παρὰ τὸ ἀληθὲς ἀπο λύτως φθεγξάμενος; ΑΠΟΚΡΙΣΙΣ. Τὸ κρῖμα τοῦ Κυρίου καὶ ἐπὶ τῶν κατὰ ἄγνοιαν ἁμαρτανόντων φανερὸν, εἰπόντος· Ὁ μὴ γνοὺς, ποιήσας δὲ ἄξια πληγῶν, δαρήσεται ὀλίγας. Πανταχοῦ δὲ ἡ ἀξιόλογος μετάνοια βεβαίαν ἔχει τὴν ἐλπίδα τῆς ἀφέσεως.