1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

18

ἀφαιροῦμεν. λέγω· οἱ αἰσθήσει καὶ ὑπάρξει παραπτώματα ἔχοντες οὐκ ἴσασιν αὐτῶν τοὺς λόγους· εἰ γὰρ ᾔδεσαν ὅτι βλαπτικά ἐστιν, ὅτι εἰς ὄλεθρον καταστρέφει, οὐκ ἐνήργουν αὐτά. ἔστιν δὲ λόγον ἔχειν παραπτώματος· οἷον ἔστω παράπτωμα παρὰ τὸν νόμον τοῦ θεοῦ πραττόμενον τὸ ὅπως ποτὲ φονεύειν ἄνθρωπον. ὅταν δὲ δικαςτική τις ἐξουσία καὶ ὑπηρετῶν τῷ ὀρθῷ νόμῳ τὸν ἄξιον θανάτου ἀποκτέννῃ, ὡς ὁ Ἀγὰγ ἐφονεύθη ὑπὸ τοῦ Σαμουήλ, λόγον παραπτώματος εἶχεν ὁ Ἠλίας, οὐ παράπτωμα, καὶ Σαμουήλ. λέγει γοῦν ὁ σωτὴρ κατὰ τὸν ἄνθρωπον· αὐτὸς γάρ ἐστιν ὁ ἀφελπισθεὶς ὁ λέγων ταῦτα· "μακρὰν ἀπὸ τῆς σωτηρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου". οὐ "μακρὰν ἀπὸ τῆς σωτηρίας μου εἰσίν"· οὐκ ἔγνων γὰρ ἁμαρτίαν, οὐκ ἐποίησα αὐτήν. ἔχω δὲ αὐτὴν λόγῳ, οἶδα τί ἐστιν ἁμαρτία. καὶ οἱ λόγοι οὖν παραπτωμάτων μακρὰν ἔστωσαν ἀπὸ τῆς σωτηρίας μου. ἡ σωτηρία μου μὴ παράμειγμά τι λαβέτω ὥστε ἀμαυρωθῆναι. ἐνίοτε γὰρ σῴζεταί τις καὶ διά τι ἐνυπάρχον αὐτῷ καλόν· εἰ κακόν, ἐλαττοῦται αὐτοῦ ἡ σωτηρία. πολλοὶ γοῦν πολλάκις ἐζήτησαν ὅτι· ἐὰν ποιήσῃ τις πολλὰ κακά, ποιήσῃ δὲ ὀλίγα ἀγαθά, ἀπόλλυσιν ἐκεῖνα; τὸ εἰπεῖν ὅτι ἀπόλλυσιν, ἀφαίρεσιν ἐλπίδος τῶν προσώπων σημαίνει. εἶπον πολλάκις εἰς τοῦτο ὅτι ἐλαττοῦται ἡ κόλασις. φέρε εἰπεῖν, ἀδικείτωσαν πλείονες· ἐκ τούτων δέ τινες μὴ ἀδικείτωσαν, ἀλλὰ ἐλεάτωσαν. ἐλαττοῦται αὐτοῦ ἡ τιμωρία καὶ οὐκ ἀργῶς πέπρακται αὐτῷ ταῦτα. ὅταν τις προηγουμένως ἁμαρτήσῃ, ἔχει τὰ ἔργα "προάγοντα εἰς κρίσιν". προτρέχουσιν αὐτοῦ, χειραγωγοῦσιν αὐτὸν ἐπὶ τὴν κρίσιν. ἄλλοις δὲ ἐπακολουθοῦσιν τὰ ἁμαρτήματα. ὅταν τις πράττων καλὰ ποιῇ καὶ ὀλίγα ἁμαρτήματα, ἐπακολουθεῖ ταῦτα. "ὡσαύτως", φησίν, "καὶ τὰ καλὰ ἔργα". ὡς εἶπον περὶ τῶν ἁμαρτημάτων, καὶ περὶ τῶν καλῶν ἔργων ἐρῶ. ὅμως οὐδεὶς πράξας καλὸν ἀνω φελὴς μένει. ἐξ αὐτοῦ μειουμένην ἔχει τὴν κόλασιν. ὁ δὲ "ἁμαρτίαν μὴ γνοὺς μηδὲ ποιήσας αὐτὴν" καὶ τοὺς λόγους τῶν παραπτωμάτων πόρρω ἔχει ἀπὸ τῆς ἑαυτοῦ σωτηρίας, καθαρὰν ἔχει τὴν σωτηρίαν, οὐδὲ ἁμάρτημα ἢ παράπτωμα παραμέμεικται αὐτῇ, ἀλλ' οὐδὲ αὐτὸ τοῦτο, λόγος παραπτώματος. 3 ὁ θεός μου, κεκράξομαι ἡμέρας πρός σε, καὶ οὐκ εἰσακούσῃ, καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί. ἡ κατάστασις τοῦ βίου τῶν ἀνθρώπων διάφορός ἐστιν. ἔχει καὶ ἐπωφελῆ τινα, ἔχει δὲ καὶ σκυθρωπά. καὶ ἐν αὐτοῖς τούτοις τοῖς ἀνθρωπίνοις εἰσὶν ἡδέα, καὶ καλεῖται ταῦτα "ἡμέρα", καὶ σκυθρωπά, ἃ ὀνομάζεται "νύξ". τοῦτο οὖν λέγει· καὶ ἐν τοῖς ἡδέσιν καὶ λαμπροῖς πρός σε κράζω, καὶ εἰσακούεις, καὶ ἐν νυκτὶ τοῦτο ποιῶ, καὶ οὐκ εἰς ἄνοιαν ἐμοὶ γίνεται· ἐπινεύσαντος γάρ σου καὶ τῶν σκυθρωπῶν μηκέτι ἀσαφῶν ὄντων, γέγονέν μοι φανερόν. εἰσακούει ἡμέρας ἡμῶν βοώντων· καὶ νυκτὸς δέ, τουτέστιν 27 ἐν τῇ σκυθρωπῇ καταστάσει ὄντες, ἔχομεν αὐτὸν βοηθοῦντα καὶ τῷ πράγματι ἐλάβομεν γνῶσιν ὅτι βοηθεῖ· τοῦτο γάρ ἐστιν τό· "καὶ νυκτός, καὶ οὐκ εἰς ἄνοιαν ἐμοί". κἂν ἄλλοις ἦν ὅτι οὗτος, εἰ ἦν "ὁ ἄνθρωπος παρὰ θεοῦ" οὗτος, ἐνκατελείπετο, αὐτῷ οὐκ εἰς ἄνοιαν ἦν τοῦτο· ἑκουσίως γὰρ εἰς τοῦτο ἐλήλυθεν· "πορεύσομαι ἐμαυτῷ πρὸς τὸ ὄρος τῆς σζμύρνης"· σζμύρνη γὰρ αὐτοῦ τὸ σῶμα. πρὸς τὸ ὄρος πεπόρευται, ὅτι ὑπὲρ πάντων τῶν σζμυρνισθέντων ἀνεδέξατο τὸν θάνατον. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, καὶ ἐξ ἄλλου ψαλμοῦ μάθωμεν, ὅτι τὰ σκυθρωπὰ ἄγνοιά ἐστιν καὶ νύξ· "ἡμέρας", φησίν, "ἐντελεῖται κύριος τὸ ἔλεος αὐτοῦ, καὶ νυκτὸς δηλώσει". ὅτε φανερῶς καὶ προχείρως ἐλεουμένους ἀνθρώπους ὁρῶμεν, ἡμέρας ἐνετείλατο ὁ θεὸς τὸ ἔλεος αὐτοῦ. "καὶ νυκτὸς" δὲ "δηλώσει"· ἐὰν γὰρ εἰδῇς ὅτι καὶ κολάσει παραδίδωσιν θεός, ἵνα δηλώσῃ τὸ ἔλεος ἑαυτοῦ -οὐδὲ γὰρ ὠμῶς παραδίδωσιν κολάσεσιν τοὺς ἀνθρώπους-, ἐν ταύτῃ τῇ νυκτί, τῇ σκυθρωπῇ καταστάσει, δηλωθήσεται τὸ ἔλεος τοῦ θεοῦ. καὶ ἡμέρας δὲ ἐντέλλεται τὸν ἔλεον, ὅταν φανερὰ ᾖν ἡ ἐλεημοσύνη αὐτοῦ,