18
ἴδιόν τι ἀγαθὸν ὁ λόγος ἐνεθεώρησε, δι' οὗ γίνεται ἡμῖν ἐκ θεοῦ ἡ μακαριότης, κατά τινα τάξιν ἀκόλουθον τῶν ἐν ἑκάστῳ θεωρουμένων ἀγαθῶν, ἀεὶ πρὸς τὸ ὑψηλότερον τὴν ψυχὴν ὑπερτιθείς, ἕως ἂν ἐπὶ τὸ ἀκρότατον ἀφίκηται τῶν ἀγαθῶν. Τοῦτο δέ ἐστιν ὁ αἶνος τοῦ θεοῦ ἐν πᾶσιν ἁγίοις ἀποπλη ρούμενος, καθὼς περιέχει ὁ τελευταῖος ψαλμὸς λέγων Αἰνεῖτε τὸν θεὸν ἐν τοῖς ἁγίοις αὐτοῦ, ὅπου τὸ στερέωμα τῆς δυνάμεως τὸ ἐκ τοῦ ἀγαθοῦ ἀμετάπτωτον διασημαίνει, καὶ αἱ δυναστεῖαι τοῦ θεοῦ τὸ μηκέτι ὑπὸ κακίας δυναστεύε σθαι τὴν φύσιν παραδηλοῦσιν, ὅτε χωρεῖ λοιπὸν ἡ ἀνθρωπίνη δύναμις κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ ποιεῖσθαι 5.66 τὸν αἶνον, οὐκέτι μικρὰ φθεγγομένη, ἀλλ' ἤδη παριοῦσα τῇ μεγαλοφωνίᾳ τὰς σάλπιγγας. φησὶ γὰρ Αἰνεῖτε τὸν κύριον ἐν ἤχῳ σάλπιγγος, ὅτε καὶ μιμεῖται τὴν τοῦ παντὸς ἁρμονίαν τῷ ποικίλῳ τε καὶ πολυειδεῖ τῶν ἀρετῶν, ὄργανον ἐν ῥυθμῷ μελῳδίας τῷ θεῷ γενομένη. ὀνομάζει δὲ τοῦτο διά τινος τροπικῆς σημασίας ψαλτήριόν τε καὶ κιθάραν ὁ λόγος· μεθ' ὃ πᾶν τὸ γεῶδές τε καὶ κωφὸν καὶ ἄναυδον ἀποθεμένη ἐν τῇ τῶν τυμπάνων μεγαλοφωνίᾳ ταῖς οὐρανίαις χορείαις συνάπτει τῶν ἰδίων χορδῶν τὸν ἦχον. χορδαὶ δ' ἂν εἶεν τῷ ὀργάνῳ ἐντεταμέναι τὸ ἐν ἑκάστῃ ἀρετῇ πρὸς κακίαν ἀνένδοτόν τε καὶ ἀχάλαστον. δι' ὧν γίνεται ἡ καλὴ συνῳδία τοῦ κυμβάλου ταῖς χορδαῖς μιγνυμένου, ὅταν ὁ τῶν κυμβάλων ἦχος εἰς τὴν θείαν χοροστασίαν ἐπεγείρῃ τὴν προθυμίαν. ὅπερ μοι δοκεῖ τὴν πρὸς τοὺς ἀγγέλους τῆς φύσεως ἡμῶν διερμηνεύειν συνάφειαν, ἐν ᾧ φησιν Αἰνεῖτε τὸν κύριον ἐν κυμβάλοις εὐήχοις. ἡ γὰρ τοιαύτη σύνοδος, τοῦ ἀγγελικοῦ λέγω πρὸς τὸ ἀνθρώπινον, ὅταν ἐπαναχθῇ πρὸς τὴν ἀρχαίαν λῆξιν ἡ ἀνθρωπίνη φύσις, τὸν γλυκὺν ἐκεῖνον διὰ τῆς πρὸς ἀλλήλους συμπτώσεως ἦχον τῆς εὐχαριστίας ἀποτελέσει· καὶ δι' ἀλλήλων καὶ μετ' ἀλλήλων τὴν ἐπὶ τῇ φιλανθρωπίᾳ εὐχαριστίαν τῷ θεῷ γινομένην διὰ παντὸς ἀνυμνήσει. τοῦτο γὰρ ἡ τοῦ κυμβάλου πρὸς τὸ κύμβαλον ἐνδείκνυται σύνοδος· ἓν κύμβαλον ἡ ὑπερκόσμιος τῶν ἀγγέλων φύσις· ἕτερον κύμβαλον ἡ λογικὴ τῶν ἀνθρώπων κτίσις. ἀλλὰ διέστησεν ἡ ἁμαρτία τοῦτο ἐκείνου· ὅταν οὖν πάλιν ἡ τοῦ θεοῦ φιλανθρωπία συνάψῃ ἀλλήλοις ἀμφότερα, τότε ἠχήσει τὸν αἶνον ἐκεῖνον τὰ δύο μετ' ἀλλήλων γενόμενα, ὥς φησι καὶ ὁ μέγας ἀπό στολος, ὅτι Πᾶσα γλῶσσα ἐξομολογήσεται, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων ὅτι κύριος Ἰησοῦς Χριστὸς 5.67 εἰς δόξαν θεοῦ πατρός. οὗ γενομένου ἐπινίκιον ἀλαλάξει ὁ τῶν κυμβάλων τούτων ἦχος διὰ τῆς κοινῆς συνῳδίας ἐπὶ τῷ ἀφανισμῷ τοῦ πολεμίου γενόμενος. τούτου δὲ παν τελῶς ἀφανισθέντος καὶ εἰς τὸ μὴ εἶναι περιελθόντος ἀδιαλείπτως ἐν πάσῃ πνοῇ ὁμοτίμως πρὸς τὸν θεὸν ὁ αἶνος εἰς ἀεὶ πληρωθήσεται. ἐπειδὴ γὰρ Οὐχ ὡραῖος αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ἁμαρτωλὸς δὲ τότε οὐκ ἔσται, τῆς ἁμαρτίας οὐκ οὔσης, πᾶσα πνοὴ διὰ παντὸς τοῦ αἰῶνος αἰνέσει τὸν κύριον. Ἡ μὲν οὖν ὁδὸς πρὸς τὸ μακάριον τοιαύτη παρὰ τῆς μεγάλης ταύτης τῆς ἐν τοῖς ψαλμοῖς φιλοσοφίας ἡμῖν ὑπεδείχθη, ἀεὶ πρὸς τὸ μεῖζόν τε καὶ ὑψηλότερον τῆς ἐπὶ τὴν ἀρετὴν πορείας ἐπείγουσα τοὺς διὰ τούτων πρὸς τὸ ὕψος ὁδηγουμένους, ἕως ἄν τις ἐπ' ἐκεῖνο φθάσῃ τὸ μέτρον τῆς μακαριότητος, οὗ τὸ ἐπέκεινα οὔτε ἡ διάνοια χωρεῖ στοχασμοῖς τισι καὶ ὑπονοίαις ἀναλογίσασθαι, οὔτε λόγος δι' ἀκολούθου τὸ ἐφεξῆς ἐξευρίσκει. ἀλλὰ καὶ ἡ κατ' ἐλπίδα κίνησις ἡ πανταχοῦ τῆς ἐπιθυμίας ἡμῶν προεξαλλομένη τε καὶ προτρέχουσα, ἐπειδὰν ἐμπελάσῃ τοῖς ἀνεικάστοις, ἀργὴ μένει, τὸ δὲ ὑπὲρ τοῦτο κρεῖττον ἢ κατ' ἐλπίδα ἐστίν, ὡς καὶ αὐτὴ διὰ τῆς θεωρηθείσης τάξεως ἡ κατὰ τὴν ψαλμῳδίαν φιλοσοφία μαρτύρεται, οἷόν τινα θύραν καὶ εἴσοδον ἐν τοῖς πρώτοις τῶν λόγων ἐπὶ τὸν μακάριον βίον τὴν τοῦ κακοῦ ἀναχώρησιν ἡμῖν ὑπανοίξασα. τοῦτο γὰρ αἱ πρῶται φωναὶ τῆς ψαλμῳδίας διδάσκουσιν ἀρχὴν μακα 5.68 ριότητος λέγουσαι τὴν τοῦ κακοῦ ἀλλοτρίωσιν. εἶτα τὴν ἐκ τοῦ νόμου χειραγωγίαν τοῖς πλανωμένοις προτείνασα τήν τε πρὸς τὸ ἀειθαλὲς ξύλον ὁμοίωσιν διὰ τοῦ τοιούτου βίου ὑποσχομένη καὶ τὰ σκυθρωπὰ τῶν τὴν ἐναντίαν τρεπο μένων