1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

18

αὐτὸν ἀφαιρεῖται τὴν 43 παραμυθίαν καὶ εἴ τις ταῦτα ἔλεγε τὰ ῥήματα ἀποτειχίζων αὐτῷ τὴν συμβουλήν. ἐπειδὴ γὰρ ἑώρα μᾶλλον ἑτέρους ἀλγοῦντας ἢ τὸν παθόντα αὐτὸν παρεμυθεῖτο τὴν ἐκείνων ἀσθένειαν. καί φησιν· 2,9bα ἰδοὺ γὰρ ἠφάνισται τὸ μνημόσυνόν σου ἀπὸ τῆς γῆς, 9bβ οἱ υἱοί σου καὶ αἱ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, 9bξ οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ὅρα κακοῦργον καὶ πολυμήχανον γύναιον. οὐ μέμνηται τῶν χρημάτων, οὐκ ἄγει εἰς μέσον τῶν θρεμμάτων τὴν ἀπώλειαν, ἀλλ' ὃ μάλιστα αὐτοῦ καθάψασθαι δυνατὸν ἦν, τοῦτο πρῶτον. ᾔδει μεγαλόψυχον ὄντα καὶ οὐδὲν ἡγούμενον τὴν ἐκείνων ἀπώλειαν. ἵνα οὖν μὴ τὸ πάθος ἀσθενέστερον ποιήσῃ, ἀλλὰ διεγείρῃ τὴν τραγῳδίαν, τὸ πάντων ἀφορητότερον καὶ ὑπὲρ οὗ μάλιστα ἤλγησε καὶ ὃ μάλιστα αὐτὸν ἔδακνεν, τοῦτο τίθησιν. καὶ ὅρα, πῶς περιπαθῶς, πῶς ἐλεεινῶς· ἰδοὺ γάρ, φησίν, ἠφάνισταί σου τὸ μνημόσυνον, μονονουχὶ δεικνύουσα πάλιν τὴν συμφορὰν καὶ τὰ λήθῃ παραδοθέντα ἀνανεοῦσα τῇ μνήμῃ. οὐ λέγει τὰ παρόντα, ἀλλὰ καὶ τὰ παρελθόντα ὥστε πολλὴν ἐργάσασθαι σύγχυσιν ἐν τῷ λογισμῷ. μετὰ τῆς αὐτῆς ἐπιβουλῆς, ἧς αὐτῷ προσῆλθεν ὁ διάβολος, μετὰ τῆς αὐτῆς καὶ αὕτη τὴν συμβουλὴν ἐπάγει τῇ μνήμῃ τῶν παίδων αὐτὸν θορυβήσασα καὶ προσδοκήσασα ταύτῃ τρέψειν τὸν λογισμόν. εἶτα οὕτω τὸ κεφάλαιον αἴρει τῶν κακῶν· οὐκ εἶπεν· «ἐτελεύτησαν», ὃ κοινὸν τῆς ἁπάντων ἀνθρώπων συμφορᾶς ἐστιν ὄνομα, οὐκ εἶπε τὴν συνήθη προσηγορίαν, ἀλλὰ τί; ἠφάνισταί σου τὸ μνημόσυνον. ἐμοὶ δοκεῖ καὶ τὸ τῆς συμφορᾶς ὠμὸν παραστῆσαι βουλομένη ταῦτα εἶπεν. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· «ποίαν προσδοκᾷς ἔσεσθαί σοι μεταβολήν; μὴ τοὺς ἀπελθόντας ἐπανελθεῖν ἔνι λοιπόν, μὴ τοὺς ἀφανισθέντας ζωοποιηθῆναι;» τὰ γὰρ παιδία καὶ 44 διὰ τοῦτο μάλιστα ποθεινά, ἐπειδὴ τὴν μνήμην ἡμῖν ἀθάνατον καταλιμπάνει, καὶ τούτου μάλιστα ἄνθρωποι πάντες ἐφίενται ὥστε μνημόσυνον καταλιπεῖν. «προσαπόλωλας», φησίν, «καὶ αὐτὸς διὰ τῶν ἐκγόνων. ἄγονος, ἄπαις, πρόρριζος ἀνεσπάσθης.» καὶ ὅρα, πῶς μεμετρημένως ποιεῖται τὴν ὀλεθρίαν συμβουλήν, ὥστε μὴ εἰς ὀργὴν κινῆσαι, ἀλλ' εἰς ἔλεον κατακλάσαι. οὐκ εἶπεν· «ὁ θεὸς αὐτοὺς ἔλαβε καὶ ἀπώλεσεν», ἀλλὰ μέσῳ κέχρηται ὀνόματι. οἱ υἱοί σου καὶ αἱ θυγατέρες, φησίν· τῆς φύσεως ἑκατέρας ἐμνήσθη. εἶτα τὸ περιπαθές· τῆς ἐμῆς κοιλίας, φησίν, ὠδῖνες καὶ πόνοι. ἑκατέρα ἡ φύσις, εὐθηνουμένης μητρὸς ῥήματα καὶ φιλοστόργου. «τὰ σαυτοῦ μεγαλοψύχως φέρεις», φησίν, «ἐλέησον τὴν ἐμὴν ζημίαν». ἐπειδὴ ἐκ τῶν εἰς αὐτὸν συμβάντων οὐ προσεδόκησεν αὐτὸν ἐπικάμψειν, τὸ ἑαυτῆς περιπαθέστερον διηγεῖται. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι-ὠδῖνες τοῦ τόκου, πόνοι τῆς ἀνατροφῆς. «ἐγώ εἰμι ἡ πάντων ἐλεεινότερα παθοῦσα». οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. ὅρα, πῶς ἄκαιρον τὸ ἐπιτάφιον τῶν παίδων. ταῦτα δὲ λέγει, ἵνα δείξῃ καὶ αὑτὴν κοινωνοῦσαν τῆς συμφορᾶς. τὸν γὰρ μέλλοντα συμβουλεύειν καὶ παραινεῖν τῷ πάσχοντι κακῶς οὐκ ἀναγκαῖον ἔξω τῶν δεινῶν ἑστάναι, ἐπεὶ ἀπίθανος ἔσται σύμβουλος ἐν ἀλλοτρίοις κακοῖς φιλοσοφῶν, ἐπεὶ ὕποπτος ἔσται παραινῶν. ἐπειδὴ γὰρ ἔμελλεν αὐτῷ συμβουλεύειν ἀποθνῄσκειν, ἵνα μὴ δόξῃ ἀπὸ ἔχθρας ταῦτα λέγειν, δείκνυσιν ἑαυτὴν δεινότερα πεπονθυῖαν καὶ ἐπαίρει τῷ λόγῳ τὴν συμφοράν. 2,9c σὺ δὲ αὐτός, φησίν, ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος, 2,9dα κἀγὼ πλανῆτις καὶ λάτρις. 45 ὅρα, πῶς πλέκει τὰ ἑαυτῆς τοῖς ἐκείνου· ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον· τοῦτο τοῦ ἀνδρός. τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι· τοῦτο τῆς γυναικός. σὺ δὲ αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι· τοῦτο τοῦ ἀνδρός. καὶ ἐγὼ πλανῆτις καὶ λάτρις· τοῦτο τῆς γυναικός. συνεχῶς μεταφέρει τὸν λόγον ἀπὸ τῶν ἐκείνου πρὸς τὰ αὑτῆς, ἵνα εὔνοιαν ἐπισπάσηται παρὰ τοῦ ἀκούοντος. «οὐκ ἰσχύει τὰ σά, κρατείτω τὰ ἐμά.» σὺ δὲ αὐτός, φησίν· μεγάλη ἔμφασις. «σὺ δὲ αὐτός· ἐκεῖνος ὁ δίκαιος, ὁ θαυμαστός, ὁ μέγας, τὸ κεφάλαιον ἡμῖν τῶν ἀγαθῶν.» ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος. «ἡμέραν καὶ νύκτα», φησίν· «οὐδὲ στέγης σοί τις