1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

18

πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. Ἦλθεν ὁ θάνατος, καὶ πάντα ἔσβεσεν ἐκεῖνα· καὶ καθάπερ αἰχμάλωτον λαβὼν, οὕτως ἀπήγαγε κάτω κύπτοντα, αἰσχύνης γέμοντα, ἀπαῤῥησίαστον, τρέμοντα, δεδοικότα ὥσπερ ἐν ὀνείροις ἀπολαύσαντα τῆς τρυφῆς ἐκείνης ἁπάσης· καὶ λοιπὸν ἱκέτης ὁ πλούσιος τοῦ πένητος ἐγίνετο, καὶ τῆς τούτου τραπέζης ἐδεῖτο, τοῦ λιμώττοντός ποτε, καὶ τοῖς στόμασι τῶν κυνῶν προκειμένου· καὶ τὰ πράγματα μετεβάλλετο, καὶ ἐμάνθανον ἅπαντες, τίς ἦν ὁ πλούσιος, καὶ τίς ἦν ὁ πένης, καὶ ὅτι ὁ μὲν Λάζαρος πάντων ἦν εὐπορώτερος, οὗτος δὲ πάντων πενέστερος. Καθάπερ γὰρ ἐν σκηνῇ προσωπεῖα βασιλέων καὶ στρατηγῶν καὶ ἰατρῶν καὶ ῥητόρων καὶ σοφιστῶν καὶ στρατιωτῶν λαμβάνοντες εἰσέρχονταί τινες, οὐδὲν τούτων ὄντες αὐτοί· οὕτω δὴ καὶ ἐπὶ τοῦ παρόντος βίου καὶ πενία καὶ πλοῦτος προσωπεῖα μόνον εἰσίν. Ὥσπερ οὖν ἐν τῷ θεάτρῳ καθήμενος, ἂν ἴδῃς τινὰ τῶν κάτω παιζόντων προσωπεῖον ἔχοντα βασιλέως, οὐ μακαρίζεις αὐτὸν, οὐδὲ βασιλέα εἶναι νομίζεις, οὐδ' ἂν εὔξαιο γενέσθαι τοιοῦτος· ἀλλ' εἰδὼς, ὅτι τῶν ἀγοραίων τίς ἐστι, σχοινοστρόφος τυχὸν, ἢ χαλκοτύπος, ἢ ἕτερόν τι τοιοῦτον, οὐ μακαρίζεις διὰ τὸ προσωπεῖον καὶ τὴν στολὴν, οὐδ' ἀπὸ τούτων αὐτοῦ κρίνεις τὴν πολιτείαν, ἀλλὰ καταπτύεις αὐτοῦ διὰ τὴν ἄλλην εὐτέλειαν· οὕτω δὴ καὶ ἐνταῦθα, καθάπερ ἐν θεάτρῳ, τῷ κόσμῳ καθήμενος καὶ ἐπὶ σκηνῆς παίζοντας βλέπων, ἐπειδὰν ἴδῃς πλουτοῦντας πολλοὺς, μὴ πλουσίους ἀληθῶς εἶναι νόμιζε, ἀλλὰ πλουσίων περικεῖσθαι προσωπεῖα. Καθάπερ γὰρ ἐκεῖνος ὁ ἐπὶ τῆς σκηνῆς τὸν βασιλέα καὶ τὸν στρατηγὸν ὑποκρινόμενος, πολλάκις οἰκέτης ὢν τυγχάνει, ἢ τῶν σῦκα καὶ βότρυς πωλούντων ἐπ' ἀγορᾶς· οὕτω δὴ καὶ οὗτος ὁ πλούσιος πολλάκις πάντων πενέστερος ὢν τυγχάνει. Ἂν γὰρ περιέλῃς αὐτοῦ τὸ προσωπεῖον, καὶ τὸ συνειδὸς ἀναπτύξῃς, καὶ εἰς τὴν διάνοιαν εἰσέλθῃς, πολλὴν εὑρήσεις ἀρετῆς ἐκεῖ πενίαν, καὶ πάντων ἀτιμότερον ὄντα τῶν ἀνθρώπων. Ὥσπερ γὰρ ἐπὶ τῶν θεάτρων τῆς ἑσπέρας καταλαβούσης, καὶ τῶν συγκαθημένων ἀναχωρησάντων, ἐξελθόντες ἔξω, καὶ τὸ σχῆμα τῆς ὑποκρίσεως ἀποθέμενοι, οἱ βασιλεῖς καὶ στρατηγοὶ πᾶσιν εἶναι δοκοῦντες φαίνονται λοιπὸν ὅπερ εἰσίν· οὕτω δὴ καὶ νῦν τοῦ θανάτου παραγενομένου καὶ τοῦ θεάτρου λυθέντος, τὰ τοῦ πλούτου προσωπεῖα καὶ τὰ τῆς πενίας ἀποθέμενοι πάντες, ἀπῆλθον ἐκεῖ· καὶ ἀπὸ τῶν ἔργων μόνον κρινόμενοι φαίνονται, τίνες μὲν ἀληθῶς πλούσιοι, τίνες δὲ πένητες, καὶ τίνες μὲν ἔντιμοι, τίνες δὲ ἄδοξοι. δʹ. Πολλάκις γοῦν τῶν ἐνταῦθά τις πλουτούντων εὑρέθη πάντων ἐκεῖ πενέστερος ὢν, καθάπερ οὖν καὶ ὁ πλούσιος οὗτος. Ἐπειδὴ γὰρ ἡ ἑσπέρα κατέλαβε, τουτέστιν ὁ θάνατος, καὶ ἐκ τοῦ θεάτρου τῆς παρούσης 48.987 ζωῆς ἐξῆλθε, καὶ τὸ προσωπεῖον ἀπέθετο, ὤφθη πάντων ἐκεῖ πενέστερος ὢν, καὶ οὕτω πένης, ὡς μηδὲ σταγόνος ὕδατος εἶναι κύριος, ἀλλ' ὑπὲρ ταύτης προσαιτεῖν, καὶ μηδ' αὐτῆς ἐπιτυχεῖν τῆς αἰτήσεως. Τί ταύτης τῆς πενίας πενέστερον γένοιτ' ἄν; Καὶ ἄκουε πῶς· ἐπάρας γὰρ τοὺς ὀφθαλμοὺς αὐτοῦ, φησὶ πρὸς τὸν Ἀβραάμ· Πάτερ, ἐλέησόν με, καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος, καὶ ἐπιστάξῃ τῷ στόματί μου. Ὁρᾷς πόσον ἐστὶν ἡ θλῖψις; Πλησίον ὄντα παρέτρεχε, καὶ πόῤῥω γε ὄντα καλεῖ νῦν· ὃν πολλάκις εἰσιών τε καὶ ἐξιὼν οὐχ ἑώρα, τοῦτον μακρόθεν ὄντα μετ' ἀκριβείας βλέπει. Τίνος δὲ ἕνεκεν αὐτὸν ὁρᾷ; Πολλάκις ἴσως εἶπεν ὁ πλούσιος οὗτος· τί μοι εὐλαβείας καὶ ἀρετῆς χρεία; πάντα μοι καθάπερ ἐκ πηγῶν ἐπιῤῥεῖ, πολλῆς ἀπολαύω τῆς ἀφθονίας, πολλῆς τῆς εὐημερίας, οὐδὲν ὑπομένω τῶν ἀδοκήτων· τίνος ἕνεκα μετέρχομαι ἀρετήν; Οὗτος ὁ πένης ἐν δικαιοσύνῃ καὶ εὐσεβείᾳ ζῶν, μυρία πάσχει δεινά. Ταῦτα δὴ πολλοὶ καὶ νῦν πολλάκις λέγουσιν. Ἵν' οὖν πρόῤῥιζα ταῦτα ἀνασπασθῇ τὰ κακὰ δόγματα, δείκνυσιν αὐτῷ, ὅτι καὶ τῇ κακίᾳ κόλασις κεῖται, καὶ τιμὴ καὶ στέφανος τοῖς ὑπὲρ τῆς εὐσεβείας πόνοις. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὸν εἶδεν, ἀλλ' ἵνα, ὅπερ ἔπαθεν ὁ πένης, τοῦτο καὶ ὁ πλούσιος πάθῃ νῦν