1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

18

ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὁτὰν καθίσῃ ὁ υἱὸς τοῦ Θεοῦ ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. τὰ δὲ λευκὰ ἱμάτια δεῖγμα τυγχάνει τῆς κατὰ τὸν βίον αὐτῶν καθαρότητος. οἱ δέ γε στέφανοι, τοῦ νικῆσαι τὰ πάθη καὶ τοὺς νοητοὺς ἐχθρούς. τὸ δὲ ἐκπορεύεσθαι τοῦ θρόνου ἀστραπὰς καὶ φωνὰς βροντῶν, τὸ φοβερὸν αἰνίττεται πάλιν τοῦ Θεοῦ. τὸ γὰρ θεῖον κάλλος οὐκ ἐν διαχύσει τινὶ καὶ ἡδονῇ τέρψεως τὴν εὐφροσύνην ἔχει, ἀλλ' ἐν τῷ μετὰ θαύματος φοβερῷ. καὶ τοῦτο εἰδὼς ὁ προφήτης ἔλεγε· δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλίασθε αὐτῷ ἐν τρόμῳ. καὶ ἑπτά φησι λαμπάδες πυρός, καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ· ἑπτὰ τυγχάνειν τοὺς ἐν ἀγγέλοις ἄρχοντας. ὁ Κλήμης φησὶν ἐν ἕκτῳ Στρώματι, ἴσως ἐντεῦθεν ὁδηγηθεὶς ταῦτα λέγειν, τὰ ἑπτὰ πνεύματα, ὅμοια λαμπάσι πυρός. εἴρηται γάρ που περὶ ἀγγέλων· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα, τούτους αἰνιττομένης τῆς θείας γραφῆς, περὶ ὧν νῦν ὁ λόγος καὶ ἐνώπιόν φησι 72 τοῦ θρόνου θάλασσα ὑαλίνη ὁμοία κρυστάλλῳ. ἡ τῆς θαλάσσης ὀπτασία, τὸ πλῆθος· ἡ δὲ ὕαλος καὶ ὁ κρύσταλλος; τὸ καθαρόν. καὶ πάσης ἀμιγὲς κηλῖδος ἐνδείκνυται τῶν περὶ τὸν Θεὸν ἁγίων πατέρων, οἳ θάλασσά τέ εἰσιν ὅσον εἰς πλῆθος· χίλιαι γὰρ χιλιάδες παρειστήκεισαν αὐτῷ φησιν ὁ ∆ανιήλ, καὶ μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ. καὶ τοσοῦτοι τυγχάνοντες, πάντες εἰσὶ καθαροί, ὑάλῳ καὶ κρυστάλλῳ παραπλήσιοι. καὶ κύκλω τοῦ θρόνου καὶ ἐν μέσῳ τοῦ θρόνου τέσσαρα ζῶα γέμοντα ὀφθαλμῶν, ἔμπροσθεν καὶ ὄπισθεν. καὶ τὸ ζῶον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῶον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῶιον ἔχον τὸ πρόσωπον ὡς ἄνθρωπος, καὶ τὸ τέταρτον ζῶιον ὅμοιον ἀετῷ πετομένῳ. καὶ τὰ τέσσαρα ζῶα, ἓν καθ' ἓν αὐτῶν ἔχον ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν· καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν· καὶ ἀνάπαυσιν οὐκ ἔχοντες ἡμέρας καὶ νυκτὸς λέγοντες· ἅγιος ἅγιος ἅγιος Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ, ὁ ὤν, καὶ ὁ ἦν, καὶ ὁ ἐρχόμενος. οὐκ ἔστιν εἰπεῖν ὡς ταῦτα τὰ ἅγια ζῶα ἐκεῖνα τυγχάνει, ὧν τῆς ὀπτασίας ἠξιώθη Ἱεζεκιὴλ ὁ προφήτης. ἐκείνων μὲν γὰρ ἕκαστον τετραπρόσωπόν τε ἦν καὶ ὀκταπτέρυγον, καὶ τρόχους τινὰς ἐπεσύρετο οἳ ἐπεκέκληντο γὲλγέλ, εἰ καὶ πολυόμματα ἦν κἀκεῖνα ὥσπερ καὶ ταῦτα. ἐνταῦθα δέ, ἕν τε ἕκαστον πρόσωπον, εἰ καὶ διάφορον, καὶ πτέρυγας ἕξ. καὶ ἐκεῖνα μὲν ἦν τὰ Χερουβίμ, οὕτω γὰρ κέκληται παρὰ τῷ Ἱεζεκιήλ, ταῦτα δέ, ὡς οἶμαι, ἐστὶ τὰ Σεραφίμ, τὰ Ἡσαΐᾳ τῷ θεσπεσίῳ δειχθέντα, εἰ καὶ ὁ Ἡσαΐας οὔτε εἰ πρό 73 σωπά τινα ἦν αὐτοῖς ἐπεμνήσθη, μόνον δὲ ὅτι ταῖς πτέρυξιν ἔσκεπαν τὰ πρόσωπα ἑαυτῶν· οὔτε ὀφθαλμῶν πλῆθος, ἀλλ' ὅτι ἦν ἑξαπτέρυγα. τί δὲ ταῦτα ἠνίττετο τὰ τῷ εὐαγγελιστῇ δειχθέντα καλὸν ἐξηγήσασθαι; πλάνη τίς ἦν παρά τισι τῶν Ἰουδαίων; ὡς τοῦ Θεοῦ τῶν μὲν ἐν οὐρανῷ ἁγίων ταγμάτων προνοοῦντος καὶ αὐτοῖς ἐμφιλοχωροῦντος μόνοις, ἀφισταμένου δὲ καὶ ἀμελοῦντος τῶν ἐπὶ γῆς, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν. διὸ καὶ ἔλεγον παρὰ τῷ Ἡσαΐᾳ· τί ὅτι ἐνηστεύσαμεν, καὶ οὐκ ἔγνως; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν, καὶ οὐ προσέσχες; ἡ δὲ τοιαύτη πλάνη προσῆν αὐτοῖς ἔκ τινος ῥητοῦ γραφικοῦ λέγοντος Κύριε ἐν τῷ οὐρανῷ, τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν. ὡς κατωτέρω τῆς θείας προνοίας προϊέναι ἀπαξιούσης διὰ τὰς ἐπὶ γῆς ἁμαρτίας, δείκνυσιν οὖν ἡ ὀπτασία τῷ εὐαγγελιστῇ ὅτι διὰ πάντων ἡ πρόνοια διήκει τοῦ Θεοῦ, τῶν τε ἐν οὐρανοῖς προνοοῦσα καὶ ἐπιβεβηκυῖα τῶν ἐπὶ γῆς. καὶ τοῦτο αἰνίττεται τὰ τέσσαρα ἅγια ζῶα περὶ τὸν θεῖον ὑπάρχοντα θρόνον. ἐπειδὴ γὰρ ἅπαν αἰσθητὸν καὶ γήϊνον σῶμα ἐκ τῶν τεσσάρων κέκραται στοιχείωνπυρός, γῆς, ἀέρος, ὕδατος. ἕκαστον τῶν ζώων ἕν τι τούτων ἐνδείκνυταιὁ μὲν λέων τὸ πῦρ, διὰ τὸ θερμόν τε καὶ θυμικὸν τοῦ ζώου· ὁ δέ γε μόσχος τὴν γῆν, διὰ τὸ περὶ γῆν εἶναι τῷ μόσχῳ τὴν ἐργασίαν· ὁ δέ γε ἄνθρωπος τὸν ἀέρα, οὐράνιον γὰρ φυτὸν καὶ μετάρσιον ὁ ἄνθρωπος διὰ τὴν τοῦ νοῦ λεπτότητα· ὁ δὲ ἀετὸς τὸ ὕδωρ, ἐξ ὑδάτων γὰρ τοῖς