1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

18

κρυσταλλοειδῆ σφαῖραν τὴν ὑπὸ τούτῳ κειμένην, καὶ διὰ μέσου διακύπτουσαν, τὸ περὶ ταύ την διακεχυμένον ὑελοειδὲς ὑγρὸν, τὸ ἀμφιβλη στροειδὲς περιβόλαιον, τὴν ἀδενώδη ἕδραν, ἐφ' ἧς ἅπας ἐρήρεισται, τὴν ἐκ τοῦ ἐγκεφάλου δι' ἀγγείου λεπτοτάτου χορηγουμένην τροφὴν, τὴν διὰ τῶν καν θῶν τοῦ περιττώματος ἐκροήν. Σκόπησον εἰς πόσα τὸ αἷμα μετασχηματίζεται χρώματα. Τοῦτο πρῶτον μὲν ἦν σιτίον· τοῖς ὀδοῦσι δὲ λεπτυνθὲν, τῇ γαστρὶ παρεπέμφθη· ἐκείνη πρὸς τὴν οἰκείαν χρόαν τοῦτο μετέβαλε, καὶ λευκὸν ἀπειργάσατο· τοῦτο τὸ ἧπαρ δεξάμενον, πάλιν εἰς τὸ οἰκεῖον μετατίθησι χρῶμα. Οὕτω γενομένη τοῦ αἵματος ἡ φύσις, εἰς ἐγκέφαλον χωροῦσα, πάλιν λευκαίνεται, καὶ εἰς ὀστᾶ μεταπή γνυται, καὶ εἰς νεῦρα στεγανὰ μὲν, εὐκαμπῆ δὲ με τατίθεται. Ἀλλὰ γὰρ ἴσως ὅμοιον ποιῶ τοῖς τὴν ψάμμον ἀριθμεῖν πειρωμένοις, τὴν ἐν τῷ σώματι φαινομένην τοῦ Ποιητοῦ προμήθειαν ἐρευνῆσαι φιλο νεικῶν. Κατὰ σαυτὸν τοιγαροῦν πάσας τῇ θεωρίᾳ περινόστησον τὰς αἰσθήσεις, τὴν γεῦσιν, τὴν ὄσφρη σιν, τὴν ἀκοήν· ὅπως ἡ μὲν τῶν ὀσμῶν τὴν ἀντίλη ψιν ἔχει, καὶ τὸ μὲν ἡδὺ προσίεται, τὸ δὲ δυσῶδες ἀπωθεῖται, καὶ τῶν τῆς κεφαλῆς περιττωμάτων τὰς ἐκκρίσεις πεπίστευται. Ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἅπαντας ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη 83.605 τοῦ σώματος ὑποδέχεται, ἡ δὲ τούτων πλημμύρα πολλὴν ἂν εἰργάσατο τῷ κυριωτάτῳ μορίῳ, φημὶ δὴ τῷ ἐγκεφάλῳ, τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ὅλων Ποιητὴς, ἀλλὰ πόρους τινὰς ἐν αὐτοῖς ἐργασάμενος, καὶ σπογγοειδεῖς καὶ σηραγγοειδεῖς πεποιηκὼς, τὰ ὑγρὰ καὶ τὰ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῷαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντό μως τὸ βλαβερὸν ἐκφορῆται· τὸ δὲ ἀτμῶδες καὶ λι γνυῶδες περίττωμα ἄνωθεν διὰ τῶν τοῦ κρανίου ῥα φῶν διαφορεῖσθαι καὶ διεξωθεῖσθαι πεποίηκε. Θεώ ρησον δὲ καὶ τῆς ἀκοῆς τὴν ἐνέργειαν· βλέπε πῶς μυρίας δεχομένη φωνὰς οὐ κορέννυται, οὐ πληροῦ ται, οὐκ ἴσως ἅπαντα δέχεται, ἀλλ' οἶδεν ὀξείας καὶ βαρείας φωνῆς τὸ διάφορον· εὐφωνίᾳ τέρπεται, καὶ κακοφωνίαν ἀποστρέφεται. ∆ιὰ ταύτης τῶν θείων ἐπαΐομεν λογίων, διὰ ταύτης πᾶσαν ἀνθρωπείαν ἡ φύσις παιδεύεται παίδευσιν, γραμματικὴν, ῥητο ρικὴν, σοφιστικὴν, ἀριθμητικὴν, ἰατρικὴν, μηχανι κὴν, καὶ εἴ τινα ἑτέραν τῶν ἀνθρώπων ἡ φύσις ἐξεῦρε. Ταύτην ὑπόθες τοῖς ἡμετέροις λόγοις τὴν ἀκοὴν, δέξαι φάρμακον τὴν ψυχὴν καθαῖρον, καὶ τῆς πονηρᾶς αὐτὴν βλασφημίας ἐλευθεροῦν· ἐπί θες ταύτῃ πύλας, τὸν λόγον, καὶ πυλωρὸν, τὸν τοῦ Θεοῦ φόβον, καὶ τῶν προσφερομένων σοι λόγων γίνου κριτὴς, καὶ τοῖς μὲν εὐσεβέσιν ὁ πυλωρὸς ἀνοι γέτω τὰς πύλας, τοὺς δὲ βλασφήμους καὶ βδελυροὺς καὶ θεομισεῖς ἀποπεμπέτω, καὶ τὰς πύλας κλειέ τω, καὶ οἷόν τινα μοχλὸν ἀῤῥαγῆ, τὸ στεῤῥὸν ἐπιτιθέτω τῆς πίστεως. Οὕτω γὰρ δυνατὸν, τῶν τε πολεμίων ἀπαλλάττεσθαι, καὶ τοὺς φίλους καὶ εὐερ γέτας τῶν λόγων ἐπακούοντας, τὰς ψυχὰς ὑγιαί νειν· οὐ κνηθομένους, κατὰ τὸν θεῖον Παῦλον, τὴν ἀκοὴν, οὐδὲ τοῖς τέρπουσι μὲν, βλάπτουσι δὲ τὸ λο γικὸν λόγοις ταύτην ὑποτιθέντας· ἀλλὰ κριτὰς ὀρ θοὺς καὶ δικαίους τῶν λεγομένων γιγνομένους, καὶ τοὺς ὄνησιν φέροντας ἐκλεγομένους, καὶ τὸν Θεὸν, κατὰ τὸν προφήτην, διὰ παντὸς προορωμένους, καὶ νύ κτωρ καὶ μεθ' ἡμέραν, καὶ βαδίζοντας καὶ καθημέ νους, καὶ πᾶν ὁτιοῦν ἢ δρῶντας ἢ πάσχοντας. Αὐτῷ ἡ δόξα, καὶ ἡ τιμὴ, καὶ ἡ προσκύνησις εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ ∆ʹ. Ἀπόδειξις ἀπὸ τῶν χειρῶν τῶν ἀνθρωπείων καὶ τῶν ἐφευρεθεισῶν τεχνῶν. Ἤκουσα τῆς προφητικῆς φωνῆς ᾀδούσης καὶ βοώ σης· «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.» Ἀλλὰ φω νῆς μὲν ἐκεῖθεν