1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

19

ΕΡΩΤΗΣΙΣ ΝΘʹ. Ἐὰν ἐνθυμηθῇ τις μόνον ποιῆσαί τι, καὶ μὴ ποιήσῃ, εἰ καὶ οὗτος ὡς ψεύστης κρίνεται ΑΠΟΚΡΙΣΙΣ Εἰ κατ' ἐντολήν ἐστιν ὃ ἐνεθυμήθη ποιῆσαι, οὐχ ὡς ψεύστης μόνον, ἀλλὰ καὶ ὡς ἀπειθὴς κατακρίνε ται. Ἐτάζων γὰρ καρδίας καὶ νεφροὺς ὁ Θεός.

ΕΡΩΤΗΣΙΣ Ξʹ. Ἐάν τις προληφθεὶς ὁρίσῃ τι πρᾶξαι τῶν μὴ ἀρεσκόντων Θεῷ, τί χρὴ μᾶλλον, ἀνατρέ ψαι τὸ κακῶς ὁρισθὲν, ἢ φόβῳ τοῦ ψεύδους τελέσαι τὴν ἁμαρτίαν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Ἀποστόλου λέγοντος, Οὐχ ὅτι ἀφ' ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν· καὶ αὐτοῦ τοῦ Κυρίου ὁμολογοῦντος, ὅτι Οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· καὶ πάλιν· Τὰ ῥήματα, 31.1124 ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· καὶ ἀλλαχοῦ λέγοντος, ὅτι Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, μετανοῆσαι ὀφείλει ὁ τοιοῦτος· πρῶτον μὲν, ὅτι ἀφ' ἑαυτοῦ τολμᾷ τι ὁρί ζειν, οἷον ἂν ᾖ· οὐδὲ γὰρ αὐτὰ τὰ καλὰ ἐξ αὐθεντίας ποιεῖν χρή· ἔπειτα δὲ, καὶ σφοδρότερον, ὅτι παρὰ τὸ ἀρέσκον Θεῷ ὁρίσαι οὐκ ἐφοβήθη. Ὅτι δὲ ἀνατρέπειν χρὴ τὸ παρ' ἐντολὴν τοῦ Κυρίου κατὰ πρόληψιν ὁρισθὲν, δείκνυται σαφῶς ἐπὶ τοῦ ἀποστό λου Πέτρου, ὁρισαμένου μὲν κατὰ πρόληψιν, ὅτι Οὐ μὴ νίψῃς τοὺς πόδας μου εἰς τὸν αἰῶνα· ἐπειδὴ δὲ ἤκουσε τοῦ Κυρίου ἀποφηναμένου· Ἐὰν μὴ νίψω σε, οὐκ ἔχεις μέρος μετ' ἐμοῦ, εὐθὺς μεταθεμένου, καὶ εἰπόντος· Κύριε, μὴ τοὺς πόδας μου μόνον, ἀλλὰ καὶ τὰς χεῖρας καὶ τὴν κεφαλήν.

ΕΡΩΤΗΣΙΣ ΞΑʹ. Ἐάν τις μήτε ἐργάζεσθαι δύνηται, μήτε τοὺς ψαλμοὺς μαθεῖν βούληται, τί χρὴ αὐτῷ ποιῆ σαι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου ἐν παραβολῇ εἰπόντος περὶ τῆς ἀκάρ που συκῆς· Ἔκκοψον αὐτὴν, ἵνα τί καὶ τὴν γῆν καταργεῖ; προσάγειν μὲν αὐτῷ τὴν ἐπιμέλειαν πᾶσαν ἀναγκαῖον· ἐὰν δὲ μὴ ἀνέχηται, τὸ προστε ταγμένον περὶ τοῦ ἐπιμένοντος τῇ ἁμαρτίᾳ καὶ ἐπ' αὐτῷ παραφυλαχθῆναι χρή. Καὶ γὰρ ὁ ἀργὸς τοῦ καλοῦ μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ κρίνεται.

ΕΡΩΤΗΣΙΣ ΞΒʹ. Τί ἐὰν ποιήσῃ τις ὡς κρύψας τὸ τάλαντον, κατακρίνεται. ΑΠΟΚΡΙΣΙΣ. Ὁ οἱανδήποτε χάριν Θεοῦ παρακατασχὼν εἰς ἀπό λαυσιν ἑαυτοῦ, καὶ μὴ ἄλλους εὐεργετῶν, ὡς κρύ πτων τὸ τάλαντον κατακρίνεται.

ΕΡΩΤΗΣΙΣ ΞΓʹ. Τί ἐὰν ποιήσῃ τις, κατακρίνεται, ὡς ἐκεῖνοι οἱ γογγύσαντες κατὰ τῶν ἐσχάτων. ΑΠΟΚΡΙΣΙΣ. Ἕκαστος ἐπὶ τῷ ἰδίῳ ἁμαρτήματι κατακρίνεται· καὶ οἱ γογγύσαντες ἐπὶ τῷ γογγυσμῷ. Ἄλλοι δὲ πολλάκις δι' ἄλλην ὑπόθεσιν γογγύζουσιν. Οἱ μὲν γὰρ, ὅτι ἐπέλειψεν αὐτοῖς τὰ πρὸς χορτασίαν, ὡς γαστρίμαργοι καὶ θεοποιοῦντες τὴν κοιλίαν· οἱ δὲ, ὅτι τὰ ἴσα τοῖς ἐσχάτοις ἐτιμήθησαν, φθόνου διδόντες ἀπό δειξιν τοῦ συζύγου τῷ φόνῳ· καὶ ἄλλοι δι' ἄλλο τι. 31.1125

ΕΡΩΤΗΣΙΣ Ξ∆ʹ Τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, «Συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ῥιφῇ εἰς τὴν θάλασσαν, ἢ ἵνα σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων·» τί ἐστι τὸ σκανδαλίσαι; ἢ πῶς αὐτὸ φυλαξώμεθα, ἵνα μὴ τὸ οὕτω φοβερὸν κρῖμα ἔλθῃ ἐφ' ἡμᾶς. ΑΠΟΚΡΙΣΙΣ Σκανδαλίζει μέν τις, παρανομῶν λόγῳ ἢ ἔργῳ, καὶ ἕτερον πρὸς παρανομίαν ἐνάγων, ὡς ὁ ὄφις τὴν Εὔαν, καὶ ἡ Εὔα τὸν Ἀδάμ· ἢ κωλύων ποιῆσαι τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Πέτρος τὸν Κύριον, εἰπών· Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο· καὶ ἀκούσας· Ὕπαγε ὀπίσω μου, Σατανᾶ, σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· ἢ οἰκοδομῶν τὸ φρόνημα τοῦ ἀσθε νοῦς εἴς τι τῶν ἀπηγορευμένων, κατὰ τὸ παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, εἰπόντι· Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακεί μενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; οἷς ἐπιφέρει· ∆ιόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Γίνεται δὲ τὸ σκάνδαλον κατὰ πλείονας αἰτίας. Ἢ γὰρ παρὰ τὸν