19
καὶ νυκτός· δύναται διὰ τὸ σκυθρωπὸν τῆς καταστάσεως τῶν κολαζομένων. πλὴν εἰ κἀκεῖνοι ἀφελπίζουσιν, ἀλλ' αὐτὸς δηλώσει καὶ ἐν τῇ νυκτὶ τὸν ἔλεον αὐτοῦ. "καὶ οὐκ εἰς ἄνοιαν ἐμοί"· οὐκ ἀγνοῶ κράζων νυκτός, οὐκ ἀγνοῶ ὅτι ἐπακούεις. 4 σὺ δὲ ἐν ἁγίοις κατοικεῖς, ὁ ἔπαινος τοῦ Ἰσραήλ. θεώρει τί λέγει· σὺ ὁ ἐν ἁγίοις κατοικῶν καὶ ἔπαινος ὢν πάντων τῶν καθαρὰν καρδίαν ἐχόντων καὶ ὁρώντων σε -οἱ τοιοῦτοι γάρ εἰσιν ὁ Ἰσραήλ-οὐκ ἐνκατέλειψάς με· εἰ γὰρ ἐν ἁγίοις κατοικεῖς, πάσχουσιν δέ τι οἱ ἅγιοι, οὐκ ἐνκατελείφθησαν ἐκεῖνοι· πῶς γὰρ ἐν αὐτοῖς ἦς ἄν, καὶ οὐχ ἁπλῶς, ἀλλ' ἔπαινος τοῦ Ἰσραήλ; δυνατὸν δὲ καὶ τὸ "σὺ δὲ ἐν ἁγίοις κατοικεῖς" οὕτως· εἰ καὶ οἰκτρῷ θανάτῳ περιέβαλόν μέ τινες καὶ δοκεῖς κατὰ τοῦτο ἀπεσχοινίσθαι μου, ἀλλ' ἐν τοῖς ἁγίοις, ἐν τοἷς διδάσκω, ἐν οἷς φρονῶ, κατοικεῖς. εἰ δὲ ἐν τούτοις πάρει, οὐκ ἐνκατελείφθην. δύναται δὲ καθόλου τὰ ἅγια ληφθῆναι καὶ ἐπὶ τῶν μακαρίων λογικῶν καὶ ἐπὶ τῶν ἁγίων ἀνδρῶν καὶ ἐπ' αὐτῶν τῶν μυστηρίων τῆς βασιλείας τῶν οὐρανῶν. πανταχοῦ δὲ παρὼν θεὸς ἐν τοῖς τοιούτοις εὑρίσκεται, καὶ πάντα τὰ τοιαῦτα ναὸς αὐτοῦ εἰσιν, πολύτροπος ναός. ἔπαινος εἶ οὖν ἐν Ἰσραήλ· ὁ γὰρ ἀληθῶς διορατικὸς καὶ "νοῦν Χριστοῦ ἔχων", ἐν ᾧ ὁρᾷ τὸν θεόν, οὐ θλίβεται. σὺ δὲ εἶ "ὁ ἔπαινος τοῦ Ἰσραήλ"· "ἐν σοὶ ἐπαινεθησόμεθα ὅλην τὴν ἡμέραν". 5 ἐπὶ σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν. οἱ πατέρες ἡμῶν ἐπὶ σοὶ ἐλπίσαντες εἰσηκούσθησαν "καὶ οὐ κατῃσχύνθησαν"· ἀεὶ γὰρ τὰς εὐχὰς αὐτῶν δεχόμενος εἰς εὐμένειαν αὐτοὺς ἔφερες, κἂν θλίψεσιν ἐναπέθανον· τὸ γὰρ ἐπακοῦσαί σε αὐτῶν βοώντων οὐ τοῦτό ἐστιν τὸ ἐκτὸς 28 θλιβηρῶν αὐτοὺς ποιῆσαι, ἀλλὰ τὸ ἐκτὸς τῆς βλάβης τῆς ἐπιφερομένης ὑπὸ τῶν θλιβηρῶν· οὕτω γὰρ ἑρμηνεύθη καὶ τό· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". κἂν δοκῶσιν οὖν μὴ ἐπακούεσθαι οἱ ἅγιοι εὐχόμενοι, τότε μᾶλλον ἐπακούονται, ὅτι ἐνμένοντες τοῖς θλιβηροῖς ἀθληταὶ ἀποδείκνυνται. ἐπεὶ ποῖον κατόρθωμα, ἐὰν εὐχόμενος ἀποστῇ ἀπὸ τῶν θλιβηρῶν; ἐπερ· ἐκ προσώπου τοῦ σωτῆρος τὸ "οἱ πατέρες ἡμῶν"; -οἶδας ὅτι ἐν πολλοῖς ἀριθμεῖ ἑαυτὸν κατὰ τὸν ἄνθρωπον. 5-6 ἤλπισαν, καὶ ἐρύσω αὐτούς· πρὸς σὲ ἐκέκραξαν καὶ ἐσώθησαν. οὐ τῷ μηδὲν σκυθρωπὸν ἐπάγειν, ἀλλὰ τῷ ταῖς θλίψεσιν νικᾶν. "πρὸς σὲ ἐκέκραξαν". βοήσαντες ἐσώθησαν. τὴν βοὴν δὲ τὴν ἐπιτεταμένην εὐχὴν λαμβάνομεν· οὐδὲ γὰρ ἐν γεγωνῷ φωνῇ κράζομεν· ἡ νόησις γὰρ λόγος ἐστὶν ψυχῆς, φωνή ἐστιν τοῦ ἔσω ἀνθρώπου. 6- 7 ἐπὶ σοὶ ἤλπισαν καὶ οὐ καταισχύνθησαν. ἐγὼ δέ εἰμι σκώληξ καὶ οὐκ ἄνθρωπος. οἱ πατέρες κράξαντες πρὸς σὲ οὐ καταισχύνθησαν· τετυχήκασιν γὰρ ὧν προσεδόκουν, ὧν ἤλπιζον. ὧδε ἀτυφίαν διδάσκει· "ἐγὼ σκώληξ καὶ οὐκ ἄνθρωπός εἰμι". οὐκ ἀρνεῖται ἑαυτὸν τὸ ἄνθρωπον εἶναι, ἀλλὰ τὸ ἄνθρωπον τοιόνδε εἶναι, ἐπεὶ οὐδὲ σκώληκα ἑαυτὸν αἰσθητῶς λέγει. οὔκ εἰμι οὖν ὁ ἄνθρωπος ἐκεῖνος, περὶ οὗ λέγεται· "ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; ἀλλ' ἐγὼ ἔχομαι τῆς αὐτῆς πρὸς αὐτοὺς διαθέσεως, ὑπὲρ αὐτῶν πάντα ἀναντλῶ. δυνατὸν δὲ καὶ τοῦτο λαβεῖν· ἐπεὶ οὐκ ἐκ καταβολῆς σπερμάτων ἀνδρὸς γέγονεν αὐτῷ τὸ σῶμα, ἀλλ' ἐκ μόνης τῆς ὕλης τῆς ἐκ τῆς κυούσης λαμβανομένης, κατὰ τοῦτο σκώληκα αὐτὸν λέγει· ὁ γὰρ σκώληξ οὐκ ἐκ συνδυασμοῦ γίνεται, ἀλλ' ἐξ ἁπλῆς ὕλης. καὶ ὧδε ἀπὸ τῆς ἁπλῆς ὕλης τῆς ὑποκειμένης τῇ θηλείᾳ συνανέστη αὐτῷ τὸ σῶμα. "ἐν αὐτῇ" γοῦν "γεγέννηται" καὶ "ἐξ αὐτῆς γεγέννηται". τὰ δὲ ἄλλα σώματα "διὰ γυναικῶν" λέγεται τὴν πλάσιν δέχεσθαι. ἐπεὶ οὖν αὕτη οὐκ ἐκ σπέρματος ἀνδρὸς ἔσχεν τὴν γονήν, οὐ δι' αὐτῆς γέγονεν, ἀλλ' ἐξ αὐτῆς. 7 ὄνειδος ἀνθρώπων καὶ ἐξουδένημα λαοῦ. ὄνειδος δέ εἰμι οὐχ ἁπλῶς τῶν ἀνθρώπων, ἀλλὰ τῶν "ἀνθρώπων". 8 πάντες οἳ θεωροῦντές με ἐξεμυκτήρισάν με. τινὲς τὸ καθόλου πολλάκις ψευδοποιεῖν βούλονται· τέμνεται γάρ ποτε τὸ καθόλου καὶ ἄλλως γίνεται καθόλου. ἐὰν λέγω· "πάντες οἱ ἄνθρωποι θνητοί εἰσιν", καθόλου τοῦτο λέγω. ἐὰν δὲ λέγω ὅτι· "πάντες οἱ γραμματικοί",