1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

19

ὁδὸν ὑποδείξασα διὰ τῶν ἐφεξῆς ἀναβάσεων πρὸς τὸ ἀκρότατον ἄγει τοῦ μακαρισμοῦ τὸν τῇ χειραγωγίᾳ ταύτῃ ἑπόμενον. τοῦτο γάρ σοι ἐνδείκνυται ἡ τοῦ τελευταίου ψαλμοῦ διάνοια, ἐν ᾧ μετὰ τὸν τῆς κακίας παντελῆ ἀφανισμὸν πάντα ἐν τοῖς οὖσιν ἅγια ἔσται καὶ πάντα πρὸς τὸν αἶνον τοῦ θεοῦ συμφωνήσει, ἐπ' ἴσης ἐν τῷ στερρῷ τῆς δυνάμεως τὸ πρὸς τὴν κακίαν ἄτρεπτον προσλαβόντα καὶ τῇ μεγαλωσύνῃ αὐτοῦ τὸν εὔφημον ἦχον οἷόν τινι μεγαλοφώνῳ σάλπιγγι συνεπαίροντα. ὅταν εἰς μίαν χοροστασίαν συναρμοσθῇ πᾶσα ἡ κτίσις, τῶν τε ὑπερκειμένων τῶν τε ὑποβεβηκότων ἁπάντων, καὶ κυμβάλου δίκην ἡ νοητὴ κτίσις καὶ ἡ νῦν δι' ἁμαρτίας μεμερισμένη καὶ διεστῶσα τὸν ἀγαθὸν ἦχον ἐκ τῆς ἡμετέρας συμφωνίας ἀποτελέσῃ. ὅταν συνδράμῃ τῷ ἀγγελικῷ τὸ ἡμέτερον, καὶ ἀναλαβοῦσα ἑαυτὴν ἐκ τῆς συγχύσεως ἡ θεία παράταξις ἐπὶ τῷ φόνῳ τῶν πολεμίων ἀλαλάξῃ τῷ τροπαιούχῳ τὸ ἐπινίκιον, τότε γίνεται πάσης πνοῆς ὁ αἶνος εἰς ἀεὶ παρατείνων τὴν χάριν καὶ δι' αὐξήσεως πλεονάζων εἰς τὸ διηνεκὲς τὸ μακάριον, ἐκεῖνο λέγω τὸ ὄντως μακάριον· ἐφ' οὗ ἀργεῖ μὲν ἡ στοχαστικὴ περὶ τὴν γνῶσιν διάνοια, ἀργεῖ δὲ καὶ ἡ ἐλπιστικὴ ἡμῶν ἐνέργεια, διαδέχεται δὲ ἡ 5.69 ἄρρητός τε καὶ ἀκατανόητος καὶ πάσης κρείττων διανοίας κατάστασις, Ἣν οὔτε ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἀνθρωπίνη καρδία ἐχώρησεν. οὕτω γὰρ ὡρίσατο τὰ ἀγαθὰ τὰ ἐν τῷ ἁγιασμῷ ἀποκείμενα ὁ θεῖος ἀπόστολος.

ιι

ΚΕΦΑΛΑΙΟΝ Αʹ Τούτων οὖν οὕτως ἡμῖν διευκρινηθέντων καιρὸς ἂν εἴη καὶ τὸν περὶ τῶν

ἐπιγραφῶν ἐξετασθῆναι λόγον. οὐ μικρὰ γὰρ ἡμῖν πρὸς τὴν κατ' ἀρετὴν ὁδὸν καὶ αὗται συμ βάλλονται, ὡς ἔξεστιν ἐξ αὐτῆς τῆς διανοίας τῶν ἐπιγεγραμμέ νων μαθεῖν. ἀναγκαῖον δ' ἂν εἴη πρῶτον τεχνικήν τινα τῶν ἐπιγραφῶν ἔφοδον δι' ὀλίγων πρὸ τῆς τῶν ψαλμῶν θεωρίας ποιήσασθαι, ὡς ἂν μάλιστα γένοιτο δῆλον καὶ διὰ τούτων ἡμῖν, ὅτι πᾶς ὁ σκοπὸς τῆς θεοπνεύστου ταύτης διδασκαλίας ἐστὶν ἐπὶ τὸ ὄντως μακάριον ἀναγαγεῖν τὴν διάνοιαν. τῶν τοίνυν ψαλμῶν οἱ μέν εἰσιν ἀνεπίγραφοι καθόλου· οἱ δὲ παρ' ἡμῖν ἔχοντες τὴν ἐπιγραφὴν τοῦ προφήτου, παρὰ τοῖς Ἑβραίοις οὐκ ἔχουσι. τοῖς δὲ ἐπιγραφή ἐστι ψιλὸν τοῦ ∆αβὶδ τὸ ὄνομα, ἄλλοις μετὰ τοῦ ὀνόματος καὶ ἄλλο τι συμπαραγράφεται, ἢ αἶνος ἢ ᾠδὴ ἢ αἴνεσις ἢ ψαλμὸς ἢ συνέσεως ἢ προσευχὴ ἢ ἐξοδίου σκηνῆς ἢ ἐγκαινισμοῦ ἢ ἐκστάσεως ἢ εἰς ἀνάμνησιν ἢ εἰς ἐξομολογή 5.70 σεως ἢ τῷ δούλῳ κυρίου ἢ τῷ Ἰδιθοὺμ ἢ τῷ Ἀιμὰν τῷ Ἰσραηλίτῃ. ἑτέροις δὲ μετὰ συζυγίας τινὸς τῶν ὀνομάτων τούτων ἢ τῶν ῥημάτων ἀλλήλοις συγγραφομένων ἡ ἐπιγραφὴ γίνεται· ἢ γὰρ ᾠδὴ ψαλμοῦ ἢ ψαλμὸς ᾠδῆς ἢ ᾠδὴ ἢ ψαλμὸς ἢ ἐν ὕμνοις ψαλμὸς ἢ ἐν ὕμνοις συνέσεως ἢ προσευχῆς τῷ ∆αβὶδ ἢ προσευχῆς τῷ πτωχῷ ἢ αἶνος ᾠδῆς ἤ τι τῶν τοιούτων διὰ συζυγίας συντεταγμένον τῷ ὀνόματι τοῦ ∆αβὶδ ἐπιγραφὴ γίνεται. πάλιν ἐφ' ἑτέρων καὶ ἄλλα τινὰ τούτοις συνεπιγράφεται προτεταγμένου μὲν ὡς τὰ πολλὰ τοῦ εἰς τὸ τέλος, συγγραφομένων δὲ τῇ φωνῇ ταύτῃ ποικίλων τε καὶ διαφόρων· ἢ γὰρ ὑπὲρ τῶν ἀλλοιωθησομένων προσγρά φει ἢ ὑπὲρ τῶν κρυφίων ἢ ὑπὲρ τῆς κληρονομούσης ἢ ὑπὲρ τῆς ὀγδόης ἢ ὑπὲρ τῶν ληνῶν ἢ ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς ἢ ὑπὲρ Μαελὲθ ἢ ὑπὲρ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἁγίων μεμακρυμμένου ἢ μὴ διαφθείρῃς ἢ εἰς στηλογραφίαν ἢ καὶ ἀμφότερα ταῦτα ἢ εἰς Σολομῶντα ἢ ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ ἢ ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ἢ εἰς ἐξομολόγησιν ἤ τις ἐξ ἱστορίας περίστασις· οἷον ὅτε ἦν ἐν τῷ σπηλαίῳ ἢ ὅτε ἐν τῇ ἐρήμῳ ἢ ὅτε ἀπέστειλε Σαοὺλ τοῦ θανατῶσαι αὐτὸν ἢ ὑπὲρ τῶν λόγων Χουσὶ ἢ ὅτε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ