19
πτηνοῖς ἡ γένεσις. περὶ δὲ τὸν θρόνον ὁρῶνται τοῦ Θεοῦ, ὡς φροντίδος καὶ προνοίας ἠξιωμένων τῶν διὰ τῶν ζώων σημαινομένων, τουτέστι, τῶν ἐπὶ γῆς. τὸ δέ γε πολυόμματον αὐτῶν τὴν περὶ πάντα ἐποψίαν ἐπ' αὐτὰ τοῦ Θεοῦ παραδείκνυσι. καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ 74 νυκτός· οὐ τοῦτό φησιν ὅτι ὀδυνηρόν τινα καὶ μοχθηρὸν διαζῶσι βίον, οὐ δυνάμενα ἐκ τοῦ μόχθου καὶ ἐκ τῆς ἐπικειμένης ἀνάγκης ἀναπαύσασθαι, ἀλλ' ὅτι οὐ διαστέλλουσί ποτε δοξολογοῦντα τὸν Θεόν, καὶ ἐντρυφῶντα τῇ εἰς αὐτὸν μελωδίᾳ. τὸ δὲ ἑπτάκις λέγειν τὸ ἅγιος, τὸ πολλάκις καὶ ἀκαταπαύστως αἰνίττεται. ἑπτὰ γὰρ τὰ πολλὰ παρὰ τῆς θείας γραφῆς παραδέδοται· ὡς τὸ στεῖρα ἔτεκεν ἑπτὰ καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε, καὶ ἑπτὰ ὀφθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντες ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ἑπτάκις ὁ δίκαιος ἐξ ἀναγκῶν ῥυόμενος. ὁ ὤν φησι καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος. ἡ ἁγία διὰ τούτων καὶ σεβασμία δηλοῦται τριὰς καθὼς πρόσθεν εἴρηται. οὐδὲν δὲ χεῖρον καὶ νῦν εἰπεῖν, τὰ γὰρ αὐτὰ γράφειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, τοῖς δὲ ἐντυγχάνουσιν ἀσφαλὲς ὁ θεῖος ἀπόστολος ἀπεφήνατο. ὢν ὁ Πατὴρ ὠνόμασται παρὰ τῷ Μωϋσῇ. φησὶ γὰρ πρὸς αὐτόν, ἐγώ εἰμι ὁ ὤν. ἦν δέ, περὶ τοῦ υἱοῦ εἴρηται αὐτῷ τῷ εὐαγγελιστῇ λέγοντι ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ λόγος. ἐρχόμενον δέ φησι τὸ Πνεῦμα τὸ Ἅγιον, ἀεὶ γὰρ ἐπιφοιτᾷ ταῖς ἀξίαις τοῦ δέξασθαι αὐτὸ ψυχαῖς. καὶ ὅταν δώσει τὰ ζῶα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ τοῦ θρόνου, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώ νων, πεσοῦνται οἱ εἰκοσιτέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσι τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βάλλουσι τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες· ἄξιος εἶ, ὁ Κύριος ὁ Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν· ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημα σου ἦσαν καὶ ἐκτίσθησαν. 75 μετὰ τῶν ἁγίων ζώων οἱ πρεσβύτεροι διδόασίν φησιν δόξαν τῷ Θεῷ· τὸ δέ γε βαλεῖν τοὺς στεφάνους ἐνώπιον τοῦ Θεοῦ τοῦτο δηλοῖ· ὁ στέφανος νίκης καὶ βασιλείας ὑπάρχει σύμβολον. βάλλοντες οὖν αὐτοὺς πρὸ τοῦ θρόνου τοῦ Θεοῦ, τὴν ὄντως καὶ ἀληθῆ βασιλείαν καὶ τὴν κατὰ πάντων νίκην τῷ ἐπὶ πάντας ἀνατιθέασι Θεῷ, λέγοντες· Σοὶ, δέσποτα, κατὰ πάντων ὀφείλεται δόξα· ὅτι Σὺ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παρήγαγες, καὶ τῷ θελήματί σου ὑπέστησας οὐκ ὄντα πρότερον. καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βι βλίον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν, κατεσφραγισμένον σφραγίσιν ἑπτά. καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ἐν φωνῇ μεγάλῃ· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγίδας αὐτοῦ; καὶ οὐδεὶς ἐδύνατο ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς, ἀνοῖξαι τὸ βιβλίον οὔτε βλέπειν αὐτό. καὶ ἔκλαιον πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι τὸ βιβλίον, οὔτε βλέψαι αὐτό· καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι· μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα ∆αυίδ, ἀνοῖξαι τὰς ἑπτὰ σφραγίδας αὐτοῦ. καὶ εἶδον καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζώων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτὰ, οἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν. καὶ ἦλθε, καὶ εἴληφεν ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. βίβλον ἡμῖν τινὰ Θεοῦ ἡ θεῖα διηγεῖται γραφή, ἐν ᾗ πάντες ἄνθρωποι τυγχάνουσιν γεγραμμένοι, ἴσως τὴν παρὰ Θεῷ μνήμην ἡμῶν τροπικῶς βίβλον καλοῦσα, πλὴν ὅτι 76 βιβλίον αὐτὴν ὀνομάζει ὁ μὲν προφήτης λέγων τὸ ἀκατέργαστον μου εἶδον οἱ ὀφθαλμοί σου· καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. Μωϋσῆς δὲ ὁ σοφώτατος ἐξιλεούμενος ἡμαρτηκότα τὸν Ἰσραήλ, καὶ πρὸς Θεὸν ἀποκλαιόμενος, καὶ βοῶν· καὶ νῦν εἰ μὲν ἀφεὶς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψόν με ἐκ τῆς βίβλου σου ἧς ἔγραψας. ταύτην ὁ θεῖος εὐαγγελιστὴς ὁρᾷ τὴν βίβλον γεγραμμένην ἔσωθεν καὶ ἔξωθεν. καὶ ἔσωθεν μὲν ἂν εἴησαν, οἱ ἐξ Ἰσραήλ, γεγραμμένοι ὡς θεοσεβεῖς τῇ ὁδηγίᾳ τοῦ νόμου· ὄπισθεν δέ, καὶ ἐν τῇ χείρονι μοίρᾳ, οἱ ἐξ ἐθνῶν ὡς εἰδωλολάτραι