1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

19

φερομένης, ἣν ποιεῖ πνεῦμα διὰ τῆς ἀρτηρίας ὠθούμενον ἐπὶ τὸ στόμα, καὶ λόγος γλῶτ ταν ἐναρμονίως τοῖς ὀδοῦσι προσφέρων, καὶ χείλη πτυσσόμενα, καὶ ἀὴρ πλησσόμενος, καὶ τὴν ἀντιτυ 83.608 πίαν ἐργαζόμενος, οὐδεὶς τῶν καθ' ἡμᾶς ἀκήκοε πώποτε ἀνθρώπων. Φαινόμενος δὲ καὶ τό τε μέγεθος, τό τε κάλλος ὑποδεικνὺς, καὶ τῆς ὀροφῆς τοῖς ἀνθρώ ποις παρέχων τὴν χρείαν, σιγῶν κηρύττει τὸν Ποιη τὴν, καὶ τὰς ἁπάντων γλώττας εἰς ὑμνῳδίαν κινεῖ· καὶ καθάπερ οἰκίαν ὁρῶντες τεχνικῶς μάλα γεγε νημένην, καὶ ἐπὶ στεῤῥᾶς κρηπῖδος ἐρηρεισμέ νην, καὶ γωνίαις εὐθείαις συνηρμοσμένην, εὖρός τε καὶ μῆκος ἔχουσαν, καὶ ὕψος, τὴν πρὸς ταῦτα δια σῶζον ἀναλογίαν, καὶ φωταγωγοὺς ἐν ῥυθμῷ καὶ τάξει γεγενημένας, καὶ τὰ ἄλλα ὅσα τὰς τοιαύτας οἰκίας λαμ πρύνειν φιλεῖ, εὐθὺς τὸν τεχνίτην θαυμάζομεν, καὶ τὸν οὐ παρόντα ζωγραφοῦμεν τῇ διανοίᾳ, καὶ εἰς τὴν ἐκείνου τέχνην πᾶσαν ἐκείνης τῆς εὐπρεπείας ἀναφέ ρομεν τὴν εὐμορφίαν· οὕτως οὐρανὸν ὁρῶντες, καὶ τῶν κατ' οὐρανὸν φωστήρων τὴν χρειώδη χορείαν, οὐ ταῦτα προσκυνοῦμεν, ἀλλὰ τὸν τούτων Ποιητὴν ταῖς δυναταῖς ὑμνῳδίαις γεραίρομεν, καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως τὸν Γενεσιουρ γὸν θεωροῦμεν. Λογιζόμεθα γὰρ ὀρθῶς καὶ δικαίως· Εἰ τηλικοῦτον τῶν ποιημάτων τὸ μέγεθος, πηλίκος ὁ Ποιητής; καὶ εἰ τοιαύτη τῶν γενητῶν ἡ ὥρα, οἷον τοῦ ἀριστοτέχνου καὶ Ποιητοῦ τῶν ὅλων τὸ κάλλος; Οὕτως, «Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·» οὕτως, «Ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν·» οὐ φωνὴν ἀφιεῖσαι, οὐδὲ διὰ γλώττης φθεγγόμεναι, ἀλλὰ διηνεκῶς ἀλλήλας διαδεχόμεναι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων χρείαν ὑπ' ἀλλήλων πλεονεκτούμεναι· καὶ τοσοῦτόν πως ἐκβοῶσιν, ὡς ἁπάντων ἀνθρώπων τὸ γένος τῆς τού των ἐπαΐειν φωνῆς. «Οὐκ εἰσὶ γὰρ, φησὶ, λαλιαὶ, οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐ τῶν.» Ἅπαν γὰρ ἔθνος, καὶ ἅπασα γλῶσσα τῶν τῆς ἡμέρας καὶ τῆς νυκτὸς κηρυγμάτων ἀκούει. Αἱ μὲν γὰρ γλῶτται τὸ διάφορον ἔχουσι, μία δὲ φύσις τὴν αὐτὴν παρὰ τούτων δρέπεται χρείαν. Οὕτω πάλιν ὁ ταῦτα εἰρηκὼς, ἐν ἑτέρῳ ψαλμῷ τὸν ∆ημιουργὸν ἀνυμνῶν, ἔλεγεν· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Εἰς ἐμαυτὸν γὰρ, φησὶ, στραφεὶς, καὶ ἐν ἐμαυτῷ γενόμενος, καὶ τῶν ἔξωθεν ἁπάντων θορύβων ἀπαλ λαγεὶς, ἐν θεωρίᾳ τῆς ἐμαυτοῦ γενέσθαι φύσεως ἠβουλήθην, καὶ τὴν λογικὴν τῆς ψυχῆς ἀκριβῶς δύ ναμιν κατιδεῖν, τὰς ἐπιστήμας, ὧν ἐστι δεκτι κὴ, τὰς τέχνας, ὧν τὸν βίον ἐνέπλησε, δι' ὧν ἥδιον καὶ θυμηρέστερον βιοτεύει, ὧν ὠδίνει λό γων τὸ πλῆθος, ὧν δέχεται τὴν ἀμετρίαν· πῶς ἀπο τίθεται ταῦτα, καὶ διακεκριμένως φυλάττει· πῶς προφέρει ῥᾳδίως τῶν ἀποκειμένων ὃ βούλεται· πῶς ἰθύνει τὸ σῶμα, καὶ ὀφθαλμοῖς μὲν, ὄγκων καὶ χρωμάτων ἐγχειρίζει διάκρισιν· γλώττῃ δὲ, χυμοὺς δικάζειν ἐπίστευσε, καὶ διάκονον τῶν οἰκείων ὠδίνων ἐχειροτόνησεν, ὀσμῶν δὲ κριτήριον ἀπέφηνε τὰς ῥῖ νας, καὶ λόγοις ἔξωθεν φερομένοις τὰς ἀκοὰς ἀνεπέ 83.609 τασε· τῷ δὲ λοιπῷ σώματι τὴν ἁπτὴν ἐνεχείρισε δύναμιν· καὶ παρέχει μὲν τούτοις τὴν αἰσθητικὴν ἐνέργειαν, ἀντιλαμβάνει δὲ παρὰ τούτων καὶ λύπην καὶ εὐφροσύνην· ταῦτα καὶ ὅσα τοιαῦτά φησι λογι ζόμενος, καὶ ὁρῶν τὴν τῶν ἐναντίων τούτων συνδρο μὴν εἰς ἑνὸς ζώου κατασκευὴν, καὶ τοῦ θνητοῦ καὶ ἀθανάτου συμφυΐαν καὶ συζυγίαν, νικῶμαι τῷ θαύματι, καὶ τῆς θεωρίας οὐκ ἐφικνούμενος, τὴν ἧτταν ὁμολογῶ, καὶ τῆς τοῦ ∆ημιουργοῦ σοφίας ἀνα κηρύττων τὴν νίκην, καὶ τὸν Ποιητὴν ἀνυμνῶν, βοῶ· «Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκρα ταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.» Καὶ ταῦτα καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος ἁρμόττει τὰ ῥήμα τα, τὴν φαινομένην ἐν τοῖς τοῦ ἀνθρωπείου σώματος μορίοις σοφίαν κατιδεῖν ἐθελήσασι μὲν, τῇ δὲ πείρᾳ τὴν ἀσθένειαν διδαχθεῖσιν. Οὐ μικρὰ δὲ ὅμως ἐκ τῆς ἀμυδρᾶς κεκερδήκαμεν θεωρίας·