20
σκανδαλίζοντα τὸ σκάνδαλον γίνεται, ἢ παρὰ τὸν σκανδαλιζόμενον τὸ σκανδαλισθῆναι συμβαίνει. Καὶ ἐν τούτοις πάλιν διαφόρως· ποτὲ μὲν γὰρ κατὰ ἀπειρίαν ἢ τούτου, ἢ ἐκείνου. Ἔστι δὲ ὅτε ἐν τῇ ὀρθοτομίᾳ τοῦ λόγου ἡ τῶν σκανδαλιζομένων κακία ἐκ δηλοτέρα γίνεται· καὶ ἐν τοῖς πράγμασι δὲ ὁμοίως. Ἢ γὰρ ἐντολὴν Θεοῦ ποιοῦντος, ἢ τοῖς ἐν ἐξουσίᾳ κειμένοις ἐπ' ἀδείας χρωμένου ὁ σκανδαλιζόμενος σκανδαλίζεται. Ὅταν μὲν οὖν τοῖς κατ' ἐντολὴν γι νομένοις προσκόπτωσιν ἄνθρωποι, καὶ ἐπὶ τούτοις σκανδαλίζωνται (ὡς ἐν τῷ Εὐαγγελίῳ τινὲς ἐπὶ τοῖς ὑπὸ τοῦ Κυρίου κατὰ τὸ θέλημα τοῦ Πατρὸς γινο μένοις καὶ λεγομένοις), τότε χρὴ μνημονεύειν τοῦ Κυρίου περὶ τῶν τοιούτων ἀποκριναμένου, ἡνίκα προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ· Οἶδας, ὅτι οἱ Φαρισαῖοι, ἀκούσαντες τὸν λόγον, ἐσκανδαλί σθησαν; πρὸς οὕς φησι· Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ Πατήρ μου ὁ οὐράνιος, ἐκριζω θήσεται. Ἄφετε αὐτούς· τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν. Τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφό τεροι εἰς βόθυνον ἐμπεσοῦνται. Καὶ πολλὰ τοιαῦτα 31.1128 καὶ ἐν τοῖς Εὐαγγελίοις, καὶ παρὰ τῷ Ἀποστόλῳ εὕροι τις ἄν. Ὅταν δὲ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ ἡμετέρᾳ κειμένοις προσκόπτῃ τις, ἢ σκανδαλίζηται, εἰς ἀνά μνησιν ἐλθεῖν δεῖ τότε τῶν τοῦ Κυρίου πρὸς τὸν Πέτρον ῥημάτων, εἰπόντος· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί· ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτοὺς, πορευ θεὶς εἰς τὴν θάλασσαν, βάλε ἄγκιστρον, καὶ τὸν ἀναβαίνοντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοί ξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ· καὶ τῶν τοῦ Ἀποστόλου πρὸς Κορινθίους γραμμάτων, ἐν οἷς φησιν· Οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω· καὶ πάλιν· Καλὸν τὸ μὴ φαγεῖν κρέα, μηδὲ πιεῖν οἶνον, μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτει, ἢ σκανδαλίζεται, ἢ ἀσθενεῖ. Ὅπως δέ ἐστι φοβερὸν τὸ ἐπὶ τοῖς ἐν ἐξου σίᾳ κεῖσθαι δοκοῦσι περιορᾷν τὸν ἀδελφὸν σκανδαλι ζόμενον ἐν τούτοις, δείκνυσι μὲν ἡ τοῦ Κυρίου παραγγελία, καθόλου πάντα σκανδαλισμοῦ τρόπον ἀπαγορεύοντος, καὶ λέγοντος· Ὁρᾶτε μὴ κατα φρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου, τοῦ ἐν οὐρανοῖς. Μαρτυρεῖ δὲ καὶ ὁ Ἀπόστολος λέγων ποτὲ μέν· Ἀλλὰ τοῦτο κρίνατε μᾶλλον, τὸ μὴ τιθέναι πρόσ κομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον· ποτὲ δὲ διὰ περισσοτέρας κατασκευῆς σφοδρότερον ἀπαγορεύων τὸ ἄτοπον, δι' ὧν φησιν· Ἐὰν γάρ τις ἴδῃ σὲ, τὸν ἔχοντα γνῶσιν, ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ ἡ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομη θήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν; καὶ ἀπο λεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι' ὃν Χριστὸς ἀπέθανεν. Οἷς ἐπιφέρει· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χρι στὸν ἁμαρτάνετε. ∆ιόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελφόν μου σκανδαλίσω. Καὶ ἀλλα χοῦ, εἰπών· Ἢ μόνος ἐγὼ καὶ Βαρνάβας οὐκ ἔχο μεν ἐξουσίαν τοῦ μὴ ἐργάζεσθαι; ἑξῆς ἐπιλέγει· Ἀλλ' οὐκ ἐχρησάμεθα τῇ ἐξουσίᾳ ταύτῃ, ἀλλὰ πάντα στέγομεν, ἵνα μὴ ἐγκοπήν τινα δῶμεν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Οὕτω δὲ φοβεροῦ δειχθέν τος τοῦ ἐπὶ τοῖς ἐν ἐξουσίᾳ κειμένοις σκανδαλίζειν τὸν ἀδελφὸν, τί ἄν τις εἴποι περὶ τῶν ἐν τῷ τὰ ἀπ ηγορευμένα ποιεῖν ἢ λέγειν σκανδαλιζόντων; καὶ μάλιστα ὅταν ἢ γνῶσιν ἔχων περισσοτέραν φαίνηται ὁ σκανδαλίζων, ἢ ἐν βαθμῷ ἐξετάζηται ἱερατικῷ· ὃς, ὥσπερ κανὼν καὶ τύπος ὀφείλων προκεῖσθαι τοῖς ἄλλοις, κἂν βραχύ τι παρίδῃ τῶν γεγραμμένων, ἢ πράξας τὸ κεκωλυμένον, ἢ ἐλλιπὼν τὸ προστεταγμέ 31.1129 νον, ἢ ὅλως ἐφησυχάσας τινὶ τοιούτῳ, καὶ ἐν τούτῳ μόνῳ τοσοῦτον ἔχει τὸ κρῖμα, ὥστε τὸ αἷμα τοῦ ἁμαρτάνοντος, φησὶν, ἐκ τῶν χειρῶν αὐτοῦ ἐκζητη θήσεται.
ΕΡΩΤΗΣΙΣ ΞΕʹ. Πῶς τὴν ἀλήθειαν ἐν ἀδικίᾳ τις κατέχει. ΑΠΟΚΡΙΣΙΣ Ὅταν τοῖς παρὰ τοῦ Θεοῦ δεδομένοις ἀγα θοῖς εἰς τὰ ἴδια θελήματα καταχρήσηται, ὅπερ