20
ἀνθρώπους τινὰς λέγω, καὶ τὸ καθόλου ἐκ τοῦ γραμματικοῦ γέγονεν, οὐκ ἐκ τοῦ ἀνθρώπου. "πάντες οἱ σπουδαῖοι δίκαιοι". οὐ τοῦτο λέγω ὅτι "πάντες οἱ ἄνθρωποι". οὕτω καὶ ἐνταῦθα· οὐ πάντες οἱ θεωροῦντες αὐτὸν ἐξεμυκτήρισαν αὐτόν-οἱ ἀπόστολοι γοῦν θεωροῦντες οὐκ ἐξεμυκτήρισαν-, ἀλλὰ πάντες οἱ οὕτω με θεωροῦντες ὡς ἐξουθένημα λαοῦ, ὡς ὄνειδος· οἱ γὰρ ἄλλοι οὐχ οὕτως αὐτὸν ἐθεώρουν. 8 ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν κεφαλήν. 29 εἰ λελαλήκεισαν ἀπὸ καρδίας, οὐκ ἂν ἐκίνουν τὴν κεφαλήν. ἐν χείλεσιν πολλοῖς ἐλάλησαν. καὶ οὐ θαυμαστόν, εἰ περὶ τοῦ πεπονθότος καὶ ὁρωμένου κρεμαμένου ταῦτα εἰρήκασιν. καὶ αὐτὸς ὁ θεὸς αἰτιᾶται αὐτοὺς λέγων· "ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ". πάντες οὖν οἱ ἐπιχαιρέκακοι ὅτε ἁγίοις καὶ δικαίοις ἐπιχαίρουσιν, χείλεσιν μόνοις λαλοῦσιν. καὶ οἱ ἐπὶ τοῦ σωτῆρος γοῦν μεγαλορημονοῦντες τοῦτο ἐποίουν· "οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν". ἐπερ · τὸ κινεῖν κεφαλήν; -ἴσως μὲν καὶ ἐπὶ τῆς ἱστορίας· ἐπικερτομοῦντες ἐποίουν τοῦτο. πολλαχοῦ δὲ σημαίνει ἡ κεφαλὴ τὸν νοῦν. ὅταν τις τοίνυν οὕτως ἐν χείλεσιν κατὰ τοῦ σωτῆρος λέγῃ μὴ θεωρήσας αὐτὸν ὡς δεῖ, σαλευόμενον ἔχει τὸν νοῦν, κλονούμενον ἔχει τὸν νοῦν. ὅτι δὲ σημαίνει τὸν νοῦν ἡ κεφαλή· "τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλάς", καὶ οὐ δήπου ἡ κεφαλὴ αὕτη ἔσχεν τι. "καὶ ἐντεῦθεν ἐξελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου· λέγεις· οὐχ ἥμαρτον· ἰδοὺ γὰρ ἐγὼ κρίνομαι πρὸς σέ". καὶ τούτου τοῦ ζῆν ἐξελευσόμενος ἕξεις τὰς πράξεις σου ἐπὶ τῆς κεφαλῆς σου. καὶ ἔτι· "ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". ἀλλὰ καὶ ἐπαινετῶς· "τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ". καὶ ὁ ἐκ μὴ σοφοῦ σοφὸς γεγενημένος οὐκ ἔχει μεταφερομένους τοὺς ὀφθαλμοὺς εἰς ἕτερον τόπον. τοῦτο οὖν λέγει, ὅτι τὸ διορατικὸν τοῦ σοφοῦ ἐν τῇ κεφαλῇ αὐτοῦ ἐστιν κατὰ Χριστόν· τὸ γάρ· "κεφαλὴ αὐτοῦ ἐστιν ὁ Χριστός". 9 ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν· σωσάτω αὐτόν, ὅτι θέλει αὐτόν. χλευάζοντες λέγουσιν. εἶπον ὅτι καὶ περὶ τῶν θλιβομένων δικαίων εἰώθασιν οἱ ἄνθρωποι τοιαῦτα λέγειν· "εἰ θελητὸς αὐτῷ ἐστιν, σωσάτω αὐτόν". καὶ ῥύσεται αὐτόν, οὐχ ὅτι ἐκεῖνοι τοῦτο λέγουσιν· θελητὸς γὰρ αὐτῷ ἐστιν. αὐτοῦ οἰκονομίας ἐκτελεῖ. ἐλήλυθεν πληρῶσαι τὸ βούλημα τοῦ πατρός· "καταβέβηκα" γὰρ "ἀπὸ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμόν". εἰ τοίνυν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ ποιεῖ, θέλει αὐτόν. 10 ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός. καὶ ἐπὶ τῆς ἱστορίας ῥηθείη ἄν τι πιθανόν. ἡ Μαρία συνείληφεν "τοῦ πνεύματος τοῦ ἁγίου ἐπελθόντος ἐπ' αὐτὴν καὶ τῆς δυνάμεως τοῦ ὑψίστου ἐπισκιασάσης αὐτήν". καὶ ὥσπερ αὐτὸς ὁ θεὸς̣ ὁ πλάττων ἐν τῇ κοιλίᾳ τὰ σώματα-ὡς τὸν Ἰηρεμίαν ἔπλασεν καὶ τὸ σῶμα τοῦτο ἐν τῇ ὑστέρ̣ᾳ̣ τῆς Μαρίας. ἐπεὶ τοίνυν ἡ αὐτὴ περὶ τὸ σῶμα ἦν ἁγνεία καὶ καθαρότης, αὐτὸς ἐξέσπασεν αὐτὸν ἐκ μήτρας. οὐ μέγα τοῦτο πεποίηκεν, ἀλλ' ὥσπερ πλάσας τὸν Ἀδὰμ ἔδειξεν αὐτὸν ἄνθρωπον, οὕτω πλάσας αὐτὸν ἐξήγαγεν αὐτόν. 10 ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου. ἔτι θηλάζων ἔδειξά σε, ὅτι ἐλπίς μου εἶ, καλέσας τοὺς μάγους-ἔτι γὰρ νήπιος ὢν ἐσκύλευσεν τὴν μαγείαν-. ἐν τῷ δέχεσθαι γάλα οὐκ ἤμη̣ν νηπιάζων ὡς τὰ ἄλλα βρέφη ἀγνο30 ῶν θεόν, ἀλλὰ ἐλπίδα σὲ εἶχον. 11 ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας. ὁ ἁμαρτίαν μὴ ποιήσας μηδὲ δόλον σχὼν ἐν τῇ καρδίᾳ, ὁ "πρὶν γνῶναι καλεῖν πατέρα καὶ μητέρα" λαβὼν "δύναμιν ∆αμασκοῦ καὶ σκῦλα Σαμαρείας", ὁ "πρὶν προελέσθαι πονηρὰ" ἐκλεξάμενος "τὸ ἀγαθόν"· τοῦτο γὰρ δείκνυσιν ὅτι ἁμαρτίαν οὔτε ἐποίησεν οὔτε ἔγνω. πάντες ἄνθρωποι μετὰ τὴν αἵρεσιν τῶν πονηρῶν ἐκλέγονται τὸ ἀγαθόν. οὗτος πρὶν προελέσθαι πονηρὰ ἐξελέγη τὸ ἀγαθόν. καὶ τοῦτό ἐστιν τὸ ἀναμάρτητον αὐτὸν εἶναι, τὸ μὴ ἐγνωκέναι ἁμαρτίαν, ὅτι οὐδὲ κατὰ τὴν παιδικὴν ἡλικίαν ἐκεῖνα ἥμαρτεν, ἃ οὔκ εἰσιν πάνυ χαλεπά, ὅμως δὲ πρὸ ἀρετῆς προυφίστανται. ῥηθείη ἂν καὶ περὶ παντὸς ἁγίου τοῦτο τοῦ εἰς τὸν βίον δι'