1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

20

ἐναντίον Ἀβιμέλεχ ἢ ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους ἢ ἐν τῷ ἐλθεῖν ∆ωὴκ τὸν Ἰδουμαῖον καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ ἢ ἐν ἡμέραις, ὅτε ἐρρύσατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαοὺλ ἢ ὅτε ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν 5.71 δώδεκα χιλιάδας ἢ ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν 5.71 προφήτην, ἡνίκα εἰσῆλθεν πρὸς Βηρσαβεέ. τισὶ δὲ τῶν ψαλμῶν ἐστιν ἐπιγραφὴ τὸ ἑβραϊκὸν ἀλληλούϊα ἢ δὶς τὸ αὐτὸ ἢ ἅπαξ ἐπιγραφόμενον, ἐφ' ἑτέρων δὲ καὶ ὀνόμασί τινων προφητῶν αὐτῇ τῇ ἐπιγραφῇ κατὰ συζυγίαν συγγράφε, οἷον ἀλληλούϊα Ἀγγαίου, καὶ Ζαχαρίου, καὶ ἀλληλούϊα Ἰερεμίου, καὶ Ἰεζεκιήλ. καὶ πάλιν ἕτερον ἐπιγραφῆς εἶδός ἐστιν· ἢ τοῖς υἱοῖς Κορὲ ἢ τῷ Ἰδιθοὺμ ἢ τῷ Ἀσάφ· ἑνὶ δὲ κατ' ἐξαίρετον ἐπιγέγραπται, προσευχὴ τῷ Μωυσεῖ ἀνθρώπῳ τοῦ θεοῦ. τῶν δὲ κατὰ μὲν τὴν ἐκκλησιαστικὴν γραφὴν ἐχόντων ἐπιγραφὰς ἃς περιέχουσι, παρ' Ἑβραίοις δὲ ἀνεπιγράφων ὄντων ταύτην εὕρομεν τὴν διαφοράν· τοῖς μὲν γάρ τις ἀριθμὸς τῶν κατὰ τὴν ἑβδομάδα ἡμερῶν συσση μαίνεται, ἢ μία σαββάτων ἢ τετράδος σαββάτων ἢ εἰς τὴν ἡμέραν τοῦ σαββάτου ἢ πρὸ τοῦ σαββάτου· ἄλλοι δὲ ἑτέραν τινὰ τῶν ἐπιγραφῶν διάνοιαν ἔχουσιν ἣ καθόλου παρὰ τοῖς Ἑβραίοις σεσίγηται.

ΚΕΦΑΛΑΙΟΝ Βʹ.

Ταύτης δὲ τῆς διαιρέσεως ἐν ταῖς ἐπιγραφαῖς ἡμῖν τρανωθείσης, χρήσιμον ἂν

εἴη πρῶτον μὲν γενικωτέραν τινὰ τῶν ὁμοίως ἐχόντων τὴν ἑρμηνείαν ποιήσασθαι· εἶθ' οὕτως δι' ἀκολούθου πρὸς τὰς φαινομένας διαφορὰς προαγαγεῖν τὴν ἐξέτασιν. καθόλου μὲν οὖν τῆς ἐπιγραφῆς ὁ λόγος διπλοῦν τὸν σκοπὸν ἔχει. ἢ γὰρ πρὸς ἔνδειξιν τοῦ ὑποκει μένου προγέγραπται, ὥστε τὸν σκοπὸν τῆς ψαλμῳδίας προδιδαχθέντας ἡμᾶς εὐμαθεστέρους γενέσθαι τῆς ἐν τοῖς ῥητοῖς διανοίας· ἢ πολλάκις καὶ δι' ἑαυτῆς τι παιδεύει τὴν 5.72 ἀκοὴν ἡ ἐπιγραφὴ τῇ ἐγκειμένῃ τοῖς ῥητοῖς διανοίᾳ τῶν κατ' ἀρετήν τι κατορθουμένων ὑποδεικνύουσα· μᾶλλον δὲ καθ' ἑκάτερον εἶδος τῆς τῶν ἐπιγραφῶν θεωρίας εἷς ἐστιν ὁ σκοπὸς τὸ πρός τι τῶν ἀγαθῶν καθηγήσασθαι, κἂν ἱστορικόν τι δηλοῦσθαι διὰ τῶν εἰρημένων δοκῇ, κἂν ψιλόν τι ὄνομα προσγεγραμμένον τύχῃ. οὐ γὰρ ἐπὶ τούτῳ μόνῳ ἡ θεία γραφὴ ταῖς ἱστορίαις συγκέχρηται, ὥστε ἡμῖν πραγμάτων ἐγγενέσθαι γνῶσιν, δι' ὧν ἔργα τινὰ καὶ πάθη τῶν ἀρχαιο τέρων μανθάνομεν, ἀλλ' ὅπως ἂν διδασκαλίαν τινὰ πρὸς τὸν κατ' ἀρετὴν ἡμῖν ὑποδείξειε βίον, τῆς ἱστορικῆς θεωρίας μεταλαμβανομένης πρὸς τὴν ὑψηλοτέραν διάνοιαν. τούτου τοίνυν ἡμῖν διωμολογημένου, τοῦ δεῖν τοιαύτην περὶ τῶν ἐπιγραφῶν ἔχειν τὴν ἔννοιαν, ἀκόλουθον ἂν εἴη, καθὼς φθάσαντες εἴπομεν, τῶν μὲν ὁμοίως ἐνόντων γενικωτέραν τινὰ προεκθέσθαι διάνοιαν, τῶν δὲ κατά τινα διαφορὰν ἐκτιθεμένων, ἰδικωτέραν ποιήσασθαι τὴν ἐξέτασιν. Ἐπειδὴ τοίνυν ἡ Εἰς τὸ τέλος φωνὴ τοῖς πλείστοις τῶν ψαλμῶν ἐπιγέγραπται, τοῦτο οἶμαι δεῖν περὶ τούτου γινώ σκειν, ὅπερ ἡ τῶν λοιπῶν σαφηνίζει διάνοια τῶν τὴν αὐτὴν μεθερμηνευσάντων γραφήν. ὁ μὲν γάρ τις ἀντὶ τοῦ εἰς τὸ τέλος, τῷ νικοποιῷ φησιν, ὁ δὲ ἐπινίκιον, ὁ δὲ εἰς τὸ νῖκος. ἐπεὶ οὖν τέλος παντὸς ἀγῶνος ἡ νίκη γίνεται, πρὸς ἣν βλέποντες οἱ πρὸς τοὺς ἀγῶνας ἀποδυόμενοι τῆς ἀθλήσεως ἅπτονται, δοκεῖ μοι διὰ τοῦ τέλους ὁ λόγος ἐκ βραχείας φωνῆς ἐπεγείρειν εἰς προθυμίαν τοὺς διὰ τῶν ἀρετῶν ἀθλοῦντας ἐν τῷ σταδίῳ τοῦ βίου, ὡς ἂν εἰς τὸ τέλος βλέπον τες, ὅπερ ἐστὶν ἡ νίκη, τῇ τῶν στεφάνων ἐλπίδι τὸν ἐν τοῖς 5.73 ἄθλοις πόνον ἐπικουφίζοιεν. ὅπερ δὴ καὶ νῦν ἐν τοῖς ἀγῶσιν ὁρῶμεν γινόμενον. προδεικνύμενος γὰρ τοῖς πρὸς ἀλλήλους ἐν τοῖς σταδίοις συμπλεκομένοις στέφανος ἐπιρρώννυσι μᾶλλον αὐτῶν τὴν ὑπὲρ τῆς νίκης σπουδήν, τῶν γινομένων αὐτοῖς διὰ τῆς συμπλοκῆς πόνων ὑπὸ τῆς ἐλπιζομένης εὐδοξίας ἐκκλεπτομένων. πᾶσι τοίνυν ἠνεῳγμένου τοῦ σταδίου πρὸς ἄθλησιν (στάδιον δὲ ὁ κοινὸς τῶν ἀνθρώπων βίος ἐστίν), ἐν ᾧ εἷς ἀντίπαλός