1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

20

ψυχὴν ἠρέμα δάκρυον ἀφιέντες πικρόν. Ἔνεστι γὰρ καὶ ταύτης χωρὶς τῆς πομπῆς κλαῦσαι πικρῶς, καὶ μὴ παῖξαι μόνον· παιγνίων γὰρ οὐδὲν διενήνοχε τὰ ὑπό τινων γινόμενα. Καὶ γὰρ οὐ συμπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί· πολλαὶ διὰ τέχνην τοῦτο ποιοῦνται. Κλαῦσον πικρὸν, στέναξον κατ' οἰκίαν, μηδενὸς ὁρῶντος· τοῦτο συμπαθείας ἐστὶ, τοῦτο καὶ σὲ ὠφελεῖ. Ὁ γὰρ ἐκεῖνον πενθῶν οὕτω, πολλῷ μᾶλλον αὐτὸς σπουδάσει μηδέποτε τοῖς αὐτοῖς περιπεσεῖν· φοβερά σοι ἔσται ἡ ἁμαρτία λοιπόν. Κλαῦσον τοὺς ἀπίστους, κλαῦσον τοὺς οὐδὲν ἐκείνων ἀπέχοντας, τοὺς χωρὶς φωτίσματος ἀπερχομένους, τοὺς χωρὶς σφραγῖδος· οὗτοι ὄντως θρήνων ἄξιοι, οὗτοι ὀδυρμῶν· ἔξω τῶν βασιλείων εἰσὶ μετὰ τῶν καταδίκων, μετὰ τῶν κατεγνωσμένων. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Κλαῦσον τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας, τοὺς λαβόντας ἐξουσίαν ἀπολούσασθαι αὑτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας. Τούτους κλαίωμεν καὶ ἰδίᾳ καὶ κοινῇ πάντες, ἀλλὰ μετὰ κοσμιότητος, ἀλλὰ μετὰ σεμνό 62.204 τητος, ἀλλὰ μὴ ὥστε παραδειγματίζειν ἑαυτούς. Τούτους κλαίωμεν μὴ μίαν ἡμέραν, μηδὲ δευτέραν, ἀλλὰ τὸν πάντα βίον ἡμῶν. Τοῦτο οὐκ ἔστι πάθους ἀλόγου τὸ δάκρυον, ἀλλὰ φιλοστοργίας· ἐκεῖνο δὲ πάθους ἀλόγου· διὰ τοῦτο καὶ ταχέως σβέννυται. Ὅταν γὰρ διὰ τὸν τοῦ Θεοῦ φόβον γίνηται, ἀεὶ παραμένει. Κλαίωμεν οὖν τούτους, βοηθῶμεν αὐτοῖς κατὰ δύναμιν, ἐπινοήσωμεν αὐτοῖς τινα βοήθειαν, μικρὰν μὲν, βοηθεῖν δὲ ὅμως δυναμένην. Πῶς καὶ τίνι τρόπῳ; Αὐτοί τε εὐχόμενοι, καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ ∆αυῒδ τὸν δοῦλόν μου. Εἰ μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐτοῦ, πῶς οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων· ἴσασιν αὐτοῖς πολὺ κέρδος γινόμενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ ἑστήκῃ λαὸς ὁλόκληρος χεῖρας ἀνατείνοντες, πλήρωμα ἱερατικὸν, καὶ προκέηται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσομεν ὑπὲρ τούτων τὸν Θεὸν παρακαλοῦντες; Ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν πίστει παρελθόντων· οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλὰ ἀπεστέρηνται πάσης τῆς τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος. Ποίας δὴ ταύτης; Ἔνεστι πένησιν ὑπὲρ αὐτῶν διδόναι· ποιεῖ τινα αὐτοῖς παραψυχὴν τὸ πρᾶγμα· καὶ γὰρ παρ' ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βούλεται ὁ Θεός. ∆ιὰ τί γὰρ ὑπὲρ εἰρήνης καὶ εὐσταθείας τοῦ κόσμου ἐκέλευσεν εὔχεσθαι; διὰ τί ὑπὲρ πάντων ἀνθρώπων; Καίτοι γε ἐνταῦθα ἐν πᾶσίν εἰσι καὶ λῃσταὶ καὶ τυμβωρύχοι καὶ κλέπται, καὶ μυρίων κακῶν γέμοντες· ἀλλ' ὅμως ὑπὲρ πάντων εὐχόμεθα· ἴσως γὰρ ἔσται τις αὐτῶν ἐπιστροφή. Ὥσπερ οὖν ὑπὲρ τῶν ζώντων εὐχόμεθα τῶν οὐδὲν διαλλαττόντων τῶν νεκρῶν, οὕτως ἔνεστι καὶ ὑπὲρ ἐκείνων εὔχεσθαι. Ὁ Ἰὼβ ὑπὲρ τῶν παίδων ἐποίει θυσίας, καὶ ἀπήλλαττεν αὐτοὺς τῶν ἁμαρτημάτων· Μή ποτε ἐνενόησαν, φησὶ, τὶ ἐν τῇ καρδίᾳ αὐτῶν. Οὕτω τις προνοεῖται παίδων. Οὐκ εἶπε, καθάπερ οἱ πολλοὶ τῶν νῦν ἀνθρώπων· Καταλείπω αὐτοῖς ὑπάρχοντα· οὐκ εἶπε· ∆ῶ αὐτοῖς δόξαν· οὐκ εἶπεν· Ἀρχὴν ὠνήσομαι· οὐκ εἶπεν· Ἀγροὺς πρίωμαι· ἀλλὰ τί; Μή τι ἐνενόησαν ἐν τῇ καρδίᾳ αὐτῶν. Τί γὰρ ὄφελος ἐκείνων πάντων ἐνταῦθα μενόντων; Οὐδέν. Τὸν Βασιλέα πάντων ἵλεων ποιήσω, φησὶν, αὐτοῖς, καὶ οὐδὲν αὐτοῖς λείπει λοιπόν· Κύριος γὰρ, φησὶ, ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Οὗτος πλοῦτος μέγας, οὗτος θησαυρός· ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν, οὐδενὸς ἡμῖν