1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

20

πρὶν ἢ Χριστῷ πιστεῦσαι. τὸ δὲ βιβλίον ἦν ἐν τῇ δεξιᾷ τοῦ Θεοῦ· αἱ ὁδοὶ τῶν ἁγίων, ὥς γε οἶμαι, τῶν ἐν τῇ παλαιᾷ κατορθωσάντων. τὸ δὲ βιβλίον ἐκέκλειστό τε καὶ ἐσφράγιστο σφραγῖσιν ἑπτά. ὁ ἕβδομος τέλειος ὢν ἀριθμὸς δηλοῖ τὸ λίαν ἀσφαλῶς κεκλεῖσθαι καὶ κατασεσημάνθαι τὸ βιβλίον. τί δὲ τὸ κεκλεῖσθαι τὸ βιβλίον βούλεται; τὸ μηδένα ἐποψίας ἠξιῶσθαι Θεοῦ πλὴν ὀλιγοστῶν. πῶς γὰρ ἐποπτευθείη τὸ κεκλεισμένον, διὰ τὴν ἐν Ἀδὰμ παράβασιν; ἀλλ' οἱ πλείους οἱ ἐν ἁμαρτίαις κεκλεῖσθαι τὸ βιβλίον παρεσκεύασαν. ἦσαν γὰρ ἀμύθητοί τινες ἤπερ οἱ ὀλιγοστοί, οἱ Θεῷ εὐάρεστοι, †ἀνεῶχθαι· τοῦτό τε καὶ τὸ† πᾶσαν κατὰ κοινοῦ ἐμπεφράχθαι παρρησίαν τὴν πρὸς Θεὸν τῶν ἔνδον γεγραμμένων, ἐπεὶ καὶ πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, κατὰ τὸν προφήτην· εἰ γὰρ καὶ κατώρθωσαν ὀλίγοι καὶ εὐαρίθμητοι ἐν τῇ παλαιᾷ, ἀλλὰ ἄνθρωποι τυγχάνοντες, οὐ γεγόνασιν ἀξιόχρεοι πᾶσιν ἀνθρώποις τὴν ἀπολλυμένην ἐκ τῆς ἁμαρτίας παρρησίαν ἀνακαλέσασθαι. ὅθεν τοῦτο ἐπιστάμενος ὁ προφήτης πρὸς Θεὸν ἀνεφώνει· τὸ πρωῒ 77 εἰσακούσῃ τῆς φωνῆς τῆς δεήσεώς μου, τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με, πρωΐαν νοητὴν καλῶν τὴν τοῦ Χριστοῦ ἐπιφάνειαν, τοῦ τῆς δικαιοσύνης ἡλίου, τὴν λύσασαν τὸν ζόφον τῆς ἀγνωσίας· ὡς ἐν ταύτῃ κτησομένης παρρησίαν τῆς ἀνθρωπότητος· καὶ οὐκ ἄλλως· ὥστε καὶ εἰσακούεσθαι προσευχομένους, καὶ ἐποψίας ἀξιοῦσθαι, ἀνελόντος τοῦ Χριστοῦ τὴν διατειχίζουσαν ἡμᾶς ἀπὸ Θεοῦ ἁμαρτίαν. πρὸ δέ γε τῆς εἰς ἀνθρώπους ἐπιφοιτήσεως αὐτοῦ, ἅπαν στόμα ἐπέφρακτο, καὶ ὑπόδικος ἦν ἅπας ὁ κόσμος τῷ θεῷ κατὰ τὸ γεγραμμένον. τὸ οὖν ἀπαρρησίαστον τῶν ἐν τῇ βίβλῳ γεγραμμένων, ὡς εἴρηται, δηλοῖ τὸ τὴν βίβλον κεκλεῖσθαι καὶ ἐσφραγίσθαι. εἶδόν φησιν ἄγγελον ἰσχυρὸν κηρύσσοντα· τίς ἄξιος ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; οὐδεὶς μέν, ὦ θειότατε ἄγγελε, εἴποι τις πρὸς αὐτόν, μόνος δὲ ὁ ἐνανθρωπήσας Θεός, ὁ τὴν ἁμαρτίαν ἀνελών, καὶ τὸ καθ' ἡμῶν ῥήξας χειρόγραφον, καὶ τῇ οἰκείᾳ ὑπακοῇ τὴν ἡμῶν παρακοὴν ἰασάμενος. Λόγος τέταρτοσ καὶ οὐδείς φησιν ἠδύνατο ἐν τῷ οὐρανῷ οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ ὑποκάτω τῆς γῆς λῦσαι τὸ βιβλίον. οὔτε γὰρ ἄγγελος ταῦτα ἡμῖν κατώρθωσεν ὥς φησιν Ἡσαΐας· οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ' αὐτὸς ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτούς· οὔτε ἄνθρωπος ζῶν, ἀλλ' οὔτε τις τῶν τεθνηκότων. ἀδελφὸς οὐ λυτροῦταιοὐ λυτρώσεται ἄνθρωπος, καθὼς γέγραπταί που. καὶ τί φησι λέγω ἀνοῖξαι τὸ βιβλίον, ὁπότε 78 οὔτε βλέπειν τις αὐτὸ ἴσχυε τῶν ἀνθρώπων; πῶς γὰρ ἄν τις τῶν τῇ ἀχλύι τῆς ἁμαρτίας πεπληρωμένων ἐνέβλεψεν ἐνώπιον τοῦ θείου θρόνου, ἐν ᾧ τὸ βιβλίον ἐπέκειτο; ἡ δὲ πάντων ἀναξιότης γέγονέ μοι θρήνων αἰτία. παρεμυθήσατο δέ τις τῶν πρεσβυτέρων ὑποδείξας τὸν ἀνοίξαντα. φησὶ γὰρ πρὸς ἐμέ· ἰδοὺ ἐνίκησεν ὁ λέων ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα ∆αυίδ, ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας αὐτοῦ. ὅς φησιν ἐνίκησε τὸν ἡμέτερον νικητήν, τὸν ∆ιάβολον, οὗτος τὸ βιβλίον καὶ τὰς σφραγῖδας ἤνοιξεν. τίς δὲ ὁ λέων ὁ ἐκ τῆς Ἰούδα φυλῆς ἦν, πάντως ὁ Χριστός, περὶ οὗ ὁ πατριάρχης εἶπεν Ἰακώβ· ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; ὅτι δὲ ἐξ Ἰούδα τὸ κατὰ σάρκα ἀνατέταλκεν ὁ Κύριος μάρτυς ὁ θεῖος ἀπόστολος εἰπών, πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός· θαυμάσειε δ' ἄν τις πῶς οὐκ εἶπεν αὐτὸν ῥάβδον ἐκ τῆς ῥίζης Ἱεσσαί, οὐδὲ ἄνθος ἐκ τῆς ῥίζης ἀναβεβηκός, ὥσπερ ὁ Ἡσαΐας ἔφη, ἀλλὰ ῥίζαν τοῦ ∆αυίδ. τοῦτό φησι, δεικνὺς ὅτι κατὰ μὲν τὸ ἀνθρώπινον ῥάβδος ἦν ἐκ τῆς ῥίζης Ἱεσσαὶ καὶ ∆αυὶδ ἀναβλαστήσας κατὰ δὲ τὸ θεϊκὸν, αὐτός ἐστιν ἡ ῥίζα, οὐ μόνον ∆αυίδ, ἀλλὰ πάσης αἰσθητῆς καὶ νοητῆς κτίσεως, ὡς αἴτιος τῶν ἁπάντων ὑπάρχων καθὼς καὶ πρόσθεν εἴρηται. καὶ εἶδόν φησιν ἐν μέσῳ πάντων τῶν ἀμφὶ τὸν θρόνον τοῦ Θεοῦ ἀρνίον ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, οἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, ἀπεσταλμένοι εἰς πᾶσαν τὴν γῆν· καὶ ἦλθε καὶ εἴληφετουτέστι τὸ βιβλίονἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. ἀρνίον μὲν τὸν Κύριον