20
ἐθεασάμεθα γὰρ καὶ ἐν τῷ βραχυτάτῳ μορίῳ τοῦ σώματος τὴν τοῦ Θεοῦ διαλάμπουσαν προμήθειαν. Τί γὰρ τριχῶν εὐ τελέστερον; τί δὲ οὕτως ἐν τοῖς τοῦ σώματος μο ρίοις αἰσθήσεως ἄμοιρον; Ἀλλ' ὅμως καὶ τούτων τὴν χρείαν ἀναγκαίαν ἔδειξεν ὁ λόγος· καὶ μαρτυ ροῦσιν ὀφρύες καὶ βλεφαρίδες, μαρτυροῦσι δὲ καὶ αἱ τὴν κεφαλὴν κοσμοῦσαί τε ὁμοῦ καὶ καλύπτουσαι· καὶ γὰρ καὶ τούτων τὴν χρείαν οἱ τούτων ἐψιλωμένοι διδάσκουσι. Πρῶτον μὲν γὰρ ἐρυθριῶσιν ὡς κάλλους ἐστερημένοι· ἔπειτα δὲ καὶ ἕτερα ἄττα ἐπινοοῦσι κα λύμματα, τὴν ἐκείνων χρείαν ἀποπληροῦντα. Καὶ ὡς ἔοικε, τούτου χάριν καὶ γυμνωθῆναι τούτων ἐνίας κεφαλὰς ὁ ∆ημιουργὸς συνεχώρησεν, ἵνα μά θωμεν ὅπως καὶ τούτων προμηθούμενος ὁ Ποιητὴς, οὕτω τὸ ζῶον διέπλασεν. Οὕτω τοὺς εἰς ἄνδρας λοι πὸν τελοῦντας, καὶ τὴν μειρακιώδη ὑπερβαίνοντας ἡλικίαν, τῷ γενείῳ κατακοσμεῖ, καὶ μοῖράν τινα τῶν παρειῶν σὺν τῷ ἀνθερεῶνι. Πρότερον μὲν γὰρ ἴουλος ἀνθεῖ, μετὰ δὲ ταῦτα κόμη μετρία καλύπτει, ἵνα τῇ προσθήκῃ διδάξῃ τῶν ἡλικιῶν τὸ διάφορον, καὶ πείσῃ διὰ τοῦ σχήματος, τῶν παιδικῶν μὲν ἀθυρμάτων ἀπέχεσθαι, τὰ δὲ σπουδαῖα τῶν ἔρ γων προσίεσθαι. Ἐπειδὴ δὲ γυναιξὶν αἱ ὠδῖνες εἰς τοιαύτην διδασκαλίαν ἀρκοῦσι, μόνων οὕτω τὰς τῶν ἀνδρῶν παρειὰς ἐστεφάνωσεν. Εἰ δέ τις μόνον ἀν τιλέγειν τῇ ἀληθείᾳ δεδιδαγμένος, τὰς ἐν ἄλλοις μο ρίοις τοῦ σώματος τῶν τριχῶν ἐκφύσεις προβάλ λοιτο, μανθανέτω καὶ περὶ τούτων μάτην ἀχαριστῶν. Αὐτοφυὲς γὰρ ἡ φύσις περιτέθεικε κάλυμμα, οἷς τὰ χειροποίητα περιτιθέναι σπουδάζομεν. ∆ιὰ τοῦτο, οἷς μὲν τὸ λογικὸν οὐδέπω διακρίνειν ἀρετὴν καὶ κακίαν ἐπίσταται, οὐ περιτέθεικεν ἡ φύσις τὸ ἐκ τριχῶν περιβόλαιον· τοὺς δὲ ἤδη τῆς γνώσεως ἀρξα μένους, καὶ τῶν μελῶν ἑκάστου τὴν χρείαν δεδιδαγ μένους, εὖ μάλα καὶ λίαν καλῶς τούτῳ τῷ διαζώματι κατεκόσμησεν, ὥσπερ ἐρυθριῶντας ἐφ' οἷς οὐκ ἔδει καλύπτουσα· ταύτην γὰρ οὐκ εἶχεν ἐν τῷ παραδείσῳ τὴν αἰσχύνην ὁ γενάρχης Ἀδάμ. «Ἦσαν γὰρ, φη 83.612 σὶν, οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰρ καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.» Μετὰ δὲ τὴν τοῦ νόμου παρά βασιν, εἰς αἴσθησιν ἐλθόντες τῶν ἐπταισμένων, καὶ τῆς θείας φωνῆς ἀκούσαντες, ἔῤῥαψαν φύλλα συ κῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ἄθρει τοι γαροῦν, ὦ πικρὲ τῆς δημιουργίας ὁμοῦ καὶ τῆς προ νοίας κατήγορε, καὶ ἐν τούτοις τοῖς μέλεσι τὴν τοῦ Ποιητοῦ κηδεμονίαν. Περὶ ὧν σὺ μὲν καὶ ἀκούων ἐρυθριᾷς, ὁ δὲ ∆ημιουργὸς καὶ διαπλάττων ἀγάλλε ται· «Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν·» καὶ, «Ποιήσωμεν αὐ τῷ βοηθὸν κατ' αὐτόν.» Καὶ πρώτη εὐλογία Θεοῦ· «Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς.» Ἐπειδὴ δ' ὁ λό γος εἰς τὰ δοκοῦντα μέλη τοῦ σώματος, κατὰ τὸν θεῖον Παῦλον, ἀτιμότερα ὑπάρχειν, οὐκ οἶδ' ὅπως ἐξελθεῖν ἐβιάσθη, βλέπε πάλιν τὴν ἄῤῥητον τοῦ Ποιη τοῦ φιλανθρωπίαν. Τὸ μὲν γὰρ στόμα, καὶ λόγῳ διακονεῖν, καὶ τροφὴν ὑποδέχεσθαι, καὶ παραπέμ πειν τῇ γαστρὶ πεπιστευμένον, πλησίον ἔθηκε τῶν ὀμμάτων· τὸν δὲ τῶν ἐκκρίσεων πόρον, ἀποκναίειν τὰς ὄψεις δυνάμενον, καὶ τροφῆς ἀποτρέπειν, καὶ βδελυγμίας ἀναπιμπλᾶναι, οὐ μόνον πόῤῥω που τού των πεποίηκεν, ἀλλὰ καὶ παντελῶς ἀφανῆ τούτοις κατέστησεν, εἰς τοὐπίσω τὸ ἀπευθυσμένον ἔντερον ἀποκλίνας, μεταξὺ δὲ τῶν γλουτῶν τὸν πόρον ἀνοί ξας, καὶ τῇ τούτων προβολῇ πάλιν αὐτοφυὲς αὐτῷ μηχανησάμενος κάλυμμα. Αἰσχύντητι τοιγαροῦν τῆς θείας φιλανθρωπίας τὴν ἀμετρίαν· φρίξον αὐτῆς τὴν ἄῤῥητον κηδεμονίαν, ὁρῶν αὐτὴν δημιουργοῦ σαν, ἃ σὺ λέγειν αἰσχύνῃ, ὁρῶν αὐτὴν προμηθουμέ νην, ὧν καὶ τὴν μνήμην ἐρυθριᾷς. Ἐπειδὴ γὰρ θνητόν ἐστι τὸ ὁρώμενον τοῦ ζώου, καὶ τροφῆς ἅτε δὴ θνητὸν ἐνδεὲς, ἀναγκαίως αὐτῷ καὶ στόμα ἐνέφυ σε, καὶ πόρους ἐκκρίσεων, καὶ κύκλους ἐντέρων πολυελίκτους ἐδημιούργησε, τὸ ἰλυῶδες, τῆς τροφῆς ὑποδεχομένων, καὶ οὐκ