21
ἀπηρνήσατο ὁ Ἀπόστολος εἰπών· Οὐ γάρ ἐσμεν, ὡς οἱ πολλοὶ, καπηλεύοντες τὸν λόγον τοῦ Θεοῦ· καὶ πάλιν· Οὔτε γάρ ποτε ἐν λόγῳ κο λακείας ἐγενήθημεν, καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς· οὔτε ζη τοῦντες ἐξ ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων.
ΕΡΩΤΗΣΙΣ Ξʹ. Τί ἐστιν ἔρις, καὶ τί ἐστιν ἐριθεία ΑΠΟΚΡΙΣΙΣ Ἔρις μέν ἐστιν, ὅταν τις, ὑπὲρ τοῦ μὴ ἐλάττων φανῆναί τινος, σπουδάζῃ ποιεῖν τι· ἐριθεία δὲ τὸ ἐξ ὧν ποιεῖ τις ἐπιδεικτικῶς ἢ κενοδόξως προκα λεῖσθαι, καὶ ἐρεθίζειν ἄλλους εἰς τὰ ὅμοια. Καὶ γὰρ ὁ Ἀπόστολος, ποτὲ μὲν ἐριθείας μνημονεύων, τὴν κενοδοξίαν ἐπισυνάπτει, εἰπὼν, Μηδὲν κατ' ἐριθείαν ἢ κενοδοξίαν· ποτὲ δὲ κενοδοξίαν προτά ξας, μετὰ ταύτης καὶ τὴν ἐριθείαν ἑτέρῳ ὀνόματι ἀπαγορεύει, λέγων· Μὴ γινώμεθα κενόδο ξοι, ἀλλήλους προκαλούμενοι.
ΕΡΩΤΗΣΙΣ ΞΖʹ. Τί ἐστιν ἀκαθαρσία, καὶ τί ἐστιν ἀσέλγεια. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν ἀκαθαρσίαν ὁ νόμος ἔδειξε, χρησά μενος τῷ ὀνόματι ἐπὶ τῶν ἀκουσίως ἐκ φυσικῆς ἀνάγκης συμβαινόντων· τὴν δὲ ἀσέλγειαν δοκεῖ μοι ἐμφαίνειν ὁ σοφώτατος Σολομὼν, ἡδὺν καὶ ἀνάλγητον ὀνομάσας· ὡς εἶναι τὴν ἀσέλγειαν διά θεσιν ψυχῆς μὴ ἔχουσαν ἢ μὴ φέρουσαν ἄλγος ἀθλητικόν· ὥσπερ καὶ ἀκρασία ἐστὶν ἡ μὴ σχοῦσα κράτος κατὰ τῶν ἐνοχλουσῶν ἡδονῶν
ΕΡΩΤΗΣΙΣ ΞΗʹ. Τί ἴδιον θυμοῦ, καὶ τί ἴδιον ἀγανακτήσεως εὐλό γου, καὶ πῶς πολλάκις ἀπὸ ἀγανακτήσεως ἀρ χόμενοι, εὑρισκόμεθα θυμούμενοι. ΑΠΟΚΡΙΣΙΣ. Θυμοῦ ἴδιον ὁρμὴ ψυχῆς ἐν μελέτῃ κακώσεως 31.1132 κατὰ τοῦ παροξύναντος· ἀγανακτήσεως δὲ ἐπιστή μονος ἴδιον σκοπὸς διορθώσεως τοῦ ἡμαρτηκότος ἀπὸ διαθέσεως ἀπαρεσκομένης τῷ γενομένῳ. Τὸ δὲ ἀπὸ καλοῦ ἀρχομένην ψυχὴν ἐκπίπτειν εἰς κακὸν, οὐδὲν παράδοξον· πολλὰ γὰρ ἄν τις εὕροι τοιαῦτα. ∆ιόπερ μνημονεύειν χρὴ τῆς θεοπνεύστου Γραφῆς λεγούσης· Ἐχόμενα τρίβου σκάνδαλα ἔθεντό μοι· καὶ πάλιν· Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ· καὶ φυλάσσεσθαι πανταχοῦ τήν τε ἀμετρίαν καὶ τὴν ἀκαιρίαν, καὶ τὴν ἀταξίαν. Παρὰ γὰρ τὴν αἰτίαν τῶν εἰρημένων ἕκαστον, καὶ τὸ δόξαν εἶναι καλὸν, πολλάκις εἰς κακὸν μετέπεσεν.
ΕΡΩΤΗΣΙΣ ΞΘʹ. Τὸν μὴ ἔλαττον ἐσθίοντα τῶν λοιπῶν, μήτε σῶμα ἔχοντα κατεῤῥιμμένον, μήτε ἐμπαθῆ γνωριζόμενον, ἀδυναμίαν δὲ πρὸς τὸ ἔργον ὀδυρόμενον, πῶς δεῖ μετέρχεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Πᾶσα πρόφασις ἀργίας πρόφασίς ἐστιν ἁμαρ τίας· τὴν γὰρ σπουδὴν μέχρι θανάτου, ὥσπερ καὶ τὴν ὑπομονὴν, ἐπιδείκνυσθαι χρή. Ὅτι δὲ ἡ ὀκνη ρία τῇ πονηρίᾳ συνεζευγμένη κατακρίνει τὸν ὀκνη ρὸν, ἐκ τῶν τοῦ Κυρίου ῥημάτων φανερὸν, εἰπόντος· ∆οῦλε πονηρὲ καὶ ὀκνηρέ.
ΕΡΩΤΗΣΙΣ Οʹ. Τὸν παραχρώμενον τοῖς ἱματίοις ἢ τοῖς ὑποδή μασι πῶς δεῖ μετέρχεσθαι· ἐγκαλούμενος γὰρ, μικρολογίαν τοῦ ἐγκαλοῦντος καὶ γογγυσμὸν ὑποπτεύει. Εἰ δὲ μετὰ τὴν προσήκουσαν δευτέραν καὶ τρίτην παράκλησιν τοῖς αὐτοῖς ἐπιμένοι, τί χρὴ αὐτῷ ποιεῖν ΑΠΟΚΡΙΣΙΣ. Ἐκβάλλει τὴν παράχρησιν ὁ Ἀπόστολος εἰπών· Ὡς χρώμενοι τῷ κόσμῳ τούτῳ, καὶ μὴ παρα χρώμενοι. Τῆς γὰρ χρήσεως τὸ μέτρον ἡ ἀπαραί τητος ἀνάγκη τῆς χρείας· ἡ δὲ ὑπὲρ τὴν χρείαν ἢ πλεονεξίας, ἢ φιληδονίας, ἢ κενοδοξίας ἔχει τὴν νόσον. Ὁ δὲ ἐπιμένων τῇ ἁμαρτίᾳ ἔχει τὸ κρῖμα τοῦ μὴ μετανοοῦντος.
ΕΡΩΤΗΣΙΣ ΟΑʹ. Εἰσί τινες οἱ πρὸ πλείονος τὸ ἡδύτερον τῶν ἐδεσμάτων ἐπιζητοῦντες· ἄλλοι δὲ τὸ πλεῖον μᾶλλον ἢ τὸ ἡδὺ διὰ τὸν κόρον θέλουσιν· πῶς οὖν ἀμφοτέρους πληροφορεῖν χρή. ΑΠΟΚΡΙΣΙΣ. Ἀμφότεροι νοσοῦσιν· ὁ μὲν τὴν φιληδονίαν, ὁ δὲ τὴν πλεονεξίαν. Οὔτε δὲ ὁ φιλήδονος οὔτε ὁ πλεον έκτης ἐν οἱῳδήποτε πράγματι ἐκτὸς κατακοί 31.1133 σεώς ἐστιν. Ἀμφοτέρων οὖν