1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

21

αὐτὸ τοῦτο γενομένου. "ἐγένετο ἄνθρωπος, ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης". "καὶ πνεύματος ἁ γίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ". ἕκαστος τούτων δύναται τὰς φωνὰς ταύτας εἰπεῖν τό· "ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας", τό· "ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ". ἐὰν δὲ περὶ τοῦ Σαμουὴλ λέγηται· "καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι θεόν", δοκεῖ μάχεσθαι τοῖς εἰρημένοις. λοιπὸν ἴδωμεν αὐτὸ φρονιμώτερον, ὡς ὁ θεὸς βούλεται λόγος. ὁ Ἰὼβ λέγει· "εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος καὶ ὀρφανῷ οὐ μετέδωκα, εἰ μὴ ὡς πατὴρ ὡδήγουν αὐτοὺς ἐκ κοιλίας μητρός μου"· πῶς γὰρ ἠδύνατο ἐκ κοιλίας μητρὸς ὀρφανῶν προνοεῖσθαι καὶ φροντίζειν ὀρφανῶν; οὕτω τοίνυν λαμβάνω· πρᾶξιν ἐπαινετὴν διέξεισιν· τότε δὲ ἀρχὴν λαμβάνει ἡ πρᾶξις, ὅταν συνπληρωθῇ ὁ λόγος. δύναμαι οὖν τοῦτο· λέγει ὅτι· τὰ καλὰ ἔπραξα οὐ μετὰ τὰ κακά, ἀλλὰ ὁ λόγος μοι συνπληρωθεὶς ἀπὸ τῶν ἐπαινετῶν ἤρξατο· ἵνα ἐκεῖνα τέως ἐάσωμεν τὸ ἄλλοθέν ποθεν κεκομικέναι τὴν τοιαύτην κατάστασιν τὴν "εὐάρεστον τῷ θεῷ". ἐπεὶ τοίνυν ἔστιν ἄλλη γένεσις παρὰ τὴν πρόχειρον, κἀκείνη μὲν ἡ γένεσις τρόπον τινὰ μήτηρ ἐστίν, ἐκσπᾶταί τις ἐκ μήτρας, ἐκ ταύτης τῆς μήτρας· οὐδὲ γὰρ δύναται ἐκ ταύτης τῆς μήτρας ἄνθρωπος ἀγαγεῖν εἰς φῶς ἢ θεὸς μόνος. καὶ ἀπὸ τῶν μαστῶν τῶν καταλλήλων τῷ γάλακτι ᾧν δέχονται οἱ ἄρτι θεοσεβεῖν ἀρχόμενοι, ἐκ μαστῶν ἐκείνων τὴν ἐλπίδα πρ̣ὸς θεὸν ἔχουσιν. σημαίνει δὲ πολλάκις τὸ γάλα καὶ ἕτερόν τι· "οἱ ἀπεσπασμένοι ἀπὸ γάλακτος; ἐλπίδα ἐπὶ θλῖψιν προσεδέχου". μὴ ὁ ἄρτι τοῦ γάλακτος παυσάμενος καὶ ἀποσπασθεὶς τῶν μαστῶν τῆς μητρὸς δύναται ἐλπίδα ἐπὶ θλῖψιν προσδέχεσθαι. πολλάκις πρὸς τὸν τέλειον ἄνδρα ὁ νήπιος λέγεται παρασιωπωμένων τῶν μεταξὺ ἡλικιῶν· "ὅτε ἤμην νήπιος, ὅτε γέγονα ἀνήρ". γέγονεν δὲ ἀνὴρ οὐ κατὰ πρώτην καὶ μίαν μεταβολήν, ἀλλὰ κατὰ πολ31 λῶν μεταβολήν. ὁ τοίνυν νηπίου κατάστασιν φέρων καὶ ἀσθενεστέραν διάθεσιν ἔχων γαλακτοδοτεῖται. ὅταν δὲ δυνηθῇ μέγας τις γενέσθαι, τότε ἀποσπᾶται ἀπὸ τοῦ γάλακτος καὶ τότε παρασκευάζεται εἰς ἀθλητικὴν δύναμιν, τὴν "θλῖψιν ἐπὶ θλίψει καὶ ἐλπίδα ἐπ' ἐλπίδι" μεταδιώκειν καὶ κατορθοῖν. "καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκεσθαι ὑμᾶς, καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, οὐ στερεᾶς τροφῆς". ὁρᾷς, ὅτι τὰ μέσα παρεσιώπησεν, τὰ δὲ ἄκρα ἔλαβεν. πολλάκις οὖν λέγεται τὰ τοιαῦτα παρασιωπωμένων τῶν μέσων. 11 ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ. ὡς ἐκ κοιλίας μητρὸς κατὰ τὴν κατὰ τὴν προτέραν ἀπόδοσιν ἐκ κοιλίας μητρὸς ὡδήγει Ἰὼβ ὀρφανούς· τουτέστιν ἐκ κοιλίας μητρός, τουτέστιν ἀφ' οὗ ἠρξάμην γνῶσιν ἔχειν, οὐκ ἄλλῳ θεῷ ἐλάτρευσα, οὐ τῇ κοιλία μου, οὐ τῷ μαμωνᾷ. ἐὰν δὲ τὸ ἄλλο, ὅτι οὕτω κατῆλθον θεὸν ἔχων τὸν θεόν. οὐ περὶ πάντων δὲ τοῦτο λέγομεν, ἀλλὰ περὶ τῶν βεβοημένων ἐν τῇ γραφῇ ὅτι οὐδέποτε σχεδὸν ἐν ἁμαρτίᾳ γεγένηνται, οἷον Ἰωάννου, Ἰηρεμίου. "ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός". εἶπον τὸ ἐκσπάσαι καὶ κατὰ προτέραν πιθανὴν διάνοιαν ὅτι· ἐπεὶ οὐκ ἦν διέξοδον ἔχον τὸ μέλος τῆς Μαρίας, ἐν ᾧ τίκτει, θεοῦ συνεργείᾳ τέτοκεν. "ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου". οὐ μετὰ τὴν τελείωσιν ἠρξάμην ἐλπίζειν, ἀλλὰ ἀπὸ τῶν μαστῶν τῆς μητρός μου σὲ ἐλπίδα ἔσχον. ἐὰν περὶ τοῦ ἁγίου ἐκλαμβάνηται, λέγομεν ὅτι· μήτηρ τῶν ἁγίων ἐστὶν ἡ ἄνω Ἰερουσαλήμ. ἀπὸ τῶν μαστῶν ταύτης ἐλπίδα λαμβάνουσιν οἱ ἐλπίζοντες, ἀπὸ τῶν μαθητευσαμένων αὐτούς· πολλάκις γὰρ ὁ μαστὸς οὐ τὸ μέλος σημαίνει, ἀλλ' αὐτὸ τὸ γάλα. "ἐπὶ σὲ ἐπερίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἶ σύ". ἐπὶ σὲ ἐπερίφην· οὐ πρὸς ἄλλον ἐπερίφην, εἶτα μετ' ἐκεῖνον ἐπὶ σέ. ἀποδέδοται τοῦτο, ὅτι ἀφ' οὗ ἠρξάμην εἰδέναι θεοσέβειαν, σὲ ἔσεψα, σοὶ ἐλάτρευσα. κατὰ δὲ τὸν βαθύτερον λόγον, ὅτι οὕτως ἦλθον μετὰ τοῦ θεὸν σὲ ἔχειν ὡς ὁ Ἰωάννης. τὸ "ἔτι πλησθήσεται"· οὐ λέγεται γὰρ τὸ "ἔτι" περὶ τοῦ μηδ' ὅλως