1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

21

ἐκάλεσε διὰ τὴν ἀκακίαν καὶ τὸ 79 ποριστικόν. ὥσπερ γὰρ ὁ ἀρνὸς τῇ ἐτησίᾳ τῶν ἐρίων φορᾷ ποριστικὸς ὑπάρχει, οὕτω καὶ ὁ Κύριος ἀνοίγει τὴν χεῖρα αὐτοῦ καὶ ἐμπιπλᾷ πᾶν ζῶον εὐδοκίας. οὕτω δέ γε αὐτὸν καὶ ἡ προφητεία καλεῖ, διὰ μὲν τοῦ Ἡσαΐου λέγουσα ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτόν, ἄφωνος· διὰ δὲ Ἱερεμίου· ἐγώ φησιν ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἦν δὲ τὸ ἀρνίον οὐκ ἐσφαγμένον, ἀλλ' ὡς ἐσφαγμένον. ἀνεβίω γὰρ ὁ Χριστὸς πατήσας τὸν θάνατον, καὶ σκυλεύσας τὸν Ἅδην τῶν παρ' αὐτοῦ κατεχομένων ψυχῶν· ὡς τὸν Χριστοῦ θάνατον μηδὲ εἶναι θάνατον βεβαίως, ἀλλ' ὡς θάνατον διὰ τὸ τῆς ἀναστάσεως σύντομον. ἐπεὶ δὲ ἦν καὶ τὰ σύμβολα τοῦ θανάτου ἐπιφερόμενος μετὰ τὴν ἀνάστασιν ὁ Κύριος, τὸν τύπον τῶν ἥλων, τὸ πεφοινίχθαι τῷ αἵματι τὸ ζωοποιὸν αὐτοῦ σῶμα κατὰ τὸν λέγοντα Ἡσαΐαν ἐκ προσώπου τῶν ἁγίων ἀγγέλων· διὰ τί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ, πλήρους, καταπεπατημένης; διὰ τοῦτο ἦν ὡς ἐσφαγμένον ἐν τῇ ὁράσει τῆς ὀπτασίας. τὰ δὲ ἑπτὰ κέρατα τὴν μεγάλην ἰσχὺν αὐτῷ μαρτυρεῖ, καθ' ὃ τὰ μὲν ἑπτὰ τέλειος ὑπάρχων ἀριθμὸς τὰ πολλὰ δηλοῖ, ὡς καὶ πρόσθεν εἴρηται· τὰ δέ γε κέρατα δυνάμεώς ἐστι σύμβολον κατὰ τὸν λέγοντα προφήτην· καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συνθλάσω, καὶ ὑψωθήσεται τὸ κέρας τοῦ δικαίου· καὶ τὸν Ἀμβακοὺμ κέρατα ἐν χερσὶν αὐτοῦ ὑπάρχει αὐτοῦ. τοὺς δέ γε ἑπτὰ ὀφθαλμοὺς οἵ εἰσι τὰ ἑπτὰ πνεύματα τοῦ Θεοῦ, τὰ ἀπεσταλμένα εἰς πᾶσαν τὴν γῆν ὁ Ἡσαΐας ἡμῖν διερμηνεύει, λέγων καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτόν. ἅτινα πνεύματα, τουτέστιν πνευματικὰ 80 χαρίσματα, ἀπέσταλται μὲν πρὸς πάντα ἄνθρωπον ἀπὸ Θεοῦ, οὐδεὶς δὲ ἐδέξατο ὡς κοπιάσαντα μικροῦ τῇ εἰς πάντας περιαγωγῇ, ἐπαναπαύσασθαι Χριστῷ. καὶ ἦν κρεῖττον λόγου καὶ ἐννοίας τὸ γινόμενον. ἃ γὰρ αὐτὸς ἔπεμπεν ἄνωθεν πνεύματα ὡς Θεός, ταῦτα αὐτὸς ἐδέχετο κάτω ὡς ἄνθρωπος, ἐπεὶ τοῦτό τε ἦν κἀκεῖνο. αὐτῷ πρέπει ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν #556 [Λόγος τέταρτος] πάντων τοιγαροῦν τῶν ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ ὑποκάτω τῆς γῆς ἀπορησάντων ἀνοῖξαι τὸ βιβλίον, ἢ ἰδεῖν εἰς αὐτὸ κατὰ τὰ πρόσθεν ὁραθέντα, μόνος ὁ Χριστὸς ὁ τοῦ Θεοῦ υἱός, ὁ δι' ἡμᾶς καθ' ἡμᾶς γεγονὼς καὶ μείνας, ὃ ἦν, ἔλαβε τὸ βιβλίον. καὶ ὅτε ἔλαβε τὸ βιβλίον, τὰ τέσσαρα ζῶα καὶ οἱ εἰκοσιτέσ σαρες πρεσβύτεροι ἔπεσαν ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκασ τος κιθάραν καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν αἱ προσευχαὶ τῶν ἁγίων· καὶ ᾄδουσιν ὠδὴν καινὴν λέγοντες, ἄξιος εἶ λαβεῖν τὸ βιβλίον καὶ ἀνοῖξαι τὰς σφραγῖ δας αὐτοῦ, ὅτι ἐσφάγης καὶ ἠγόρασας τῷ Θεῷ ἡμᾶς ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, καὶ ἐποίησας αὐτοὺς τῷ Θεῷ ἡμῶν βασιλεῖς καὶ ἱερεῖς, καὶ βασιλεύσουσιν ἐπὶ τῆς γῆς. καὶ εἶδον, καὶ ἤκουσα φωνῆς ἀγγέλων πολλῶν κύκλῳ τοῦ θρόνου καὶ τῶν ζώων καὶ τῶν πρεσβυτέρων, καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, λέγοντες φωνῇ μεγάλῃ, ἄξιόν ἐστι τὸ ἀρνίον τὸ ἐσφαγμένον λαβεῖν τὴν δύναμιν καὶ σοφίαν καὶ πλοῦτον καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. λαβόντα τὸν Κύριον τὸ βιβλίον προσεκύνησαν ἅπαντες 81 προεγνωκότες ἣν μέλλει σωτηρίαν τοῖς ἀνθρώποις ἐπιτελεῖν, κόλασιν δὲ τοῖς ἀκαθάρτοις δαίμοσιν, τὸ δὲ ἔχειν τοὺς πρεσβυτέρους κιθάρας, τὸ ἐναρμόνιον δηλοῖ καὶ εὔηχον τῆς εἰς Θεὸν ὁμολογίας αὐτῶν κατὰ τὸ γεγραμμένον· ψάλατε τῷ Θεῷ ἡμῶν, ψάλατε. τὰ δὲ θυμιάματα τὴν ἐκ πάντων τῶν ἐθνῶν προσφορὰν αἰνίττεται· φησὶ γὰρ ὁ Μαλαχίας ἐκ προσώπου τοῦ Θεοῦ πρὸς τὸν ἀπειθῆ Ἰσραήλ· θυσίαν οὐ προσδέχομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται ἐν τῷ ὀνόματί μου καὶ θυσία καθαρά. προαναφωνῶν διὰ τούτων τὴν τῶν ἐθνῶν πίστιν καὶ δωροφορίαν. καὶ ᾄδουσιν ὠδὴν καινήν· καινὴ γὰρ ἡ εἰς Θεὸν σεσαρκωμένον