1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

21

εὐθὺς προϊεμένων, ὅπως μὴ συνεχῶς ἡμῖν ἡ χρεία τῶν σιτίων παρενοχλῇ, τῆς κενώσεως ἀεὶ τὴν πλήρωσιν ἀπαιτούσης. Καὶ τί δεῖ πάντα καταλέγειν τὰ τῆς φύσεως θαύ ματα; Καιρὸς γὰρ ἤδη λοιπὸν ἐπὶ τὰς χεῖρας ἐλ θεῖν, ὧν τὴν μνήμην τῇ προτεραίᾳ παραλιπόντες, ὑπεσχόμεθα σήμερον τούτων ἑρμηνεῦσαι τὴν χρείαν. Βλέπε τοίνυν αὐτὰς, οὔτε πέρα τῆς χρείας ἐκτετα μένας, ἵνα μὴ φορτίον περιττὸν τῷ λοιπῷ γένωνται σώματι, οὔτε αὖ πάλιν ἐνδεέστερον ἢ ἔδει τὸ μῆ κος ἐχούσας, ἀλλὰ τοῖς ἔργοις ὧν χάριν ἐγένοντο ἀναλογοῦν δεξαμένας τὸ μέτρον. Τούτου χάριν αὐ 83.613 τὰς καὶ τριχῇ διεῖλεν ὁ Πλάστης, καὶ τὴν μὲν πρώ την ἁρμονίαν τοῖς ὤμοις ἐντέθεικεν, ἀγκῶνι δὲ βρα χίονα καὶ πῆχυν συνήρμοσε, τῷ δὲ καρπῷ τὴν ἑτέ ραν τοῦ πήχεως συναρθρώσας ἀρχὴν, καὶ τούτῳ τὸ μετακάρπιον ἐπιθεὶς, τοὺς πέντε τούτῳ δακτύλους ἐνέφυσε. Καὶ ἕκαστον δὲ τούτων ἐκ τριῶν σκυταλί δων συνέθηκε· καὶ τῶν μὲν τὰς ἀρχὰς κοιλάνας, τῶν δὲ σφαιροειδεῖς τεκτηνάμενος, καὶ τῷ κοίλῳ τὸ σφαι ροειδὲς ἐμβαλὼν, νεύροις τε ἐνέδησε στεγανοῖς, καὶ μυσὶ τὴν ἑκούσιον κίνησιν ἐγχειρίσας, μαλακῷ ἠμ φίεσε δέρματι, ἵνα συναγομένοις ἐμποδὼν ἡ σκληρό της μὴ γίγνηται. Καὶ τὰ ἄκρα δὲ τῶν δακτύλων ἔνδοθεν χαῦνα δημιουργήσας, ἔξωθεν τῆς ἀσφαλείας ἐφρόντισεν. Ὄνυχας γὰρ αὐτοῖς λεπτοὺς καὶ πλατεῖς ἐπέθηκε, περιφερεῖς ἔξωθεν τὰς προβολὰς ἔχοντας· καὶ λεπτοὺς μὲν πεποίηκεν, ἵνα μὴ τὴν μαλακὴν τῶν ἄκρων βαρῶσι σάρκα, περιττὸν φορτίον γινό μενοι· πλατεῖς δὲ, ὅπως ἐν ταῖς ἐπιπόνοις ἐργασίαις ἀντέχωσιν, ἔξωθεν τὸ χαῦνον τῆς ἔξω κει μένης σαρκὸς ὑπερείδοντες· περιφερεῖς δὲ τούτων τὰς προβολὰς ἐτεκτήνατο, τὸ δυσπαθὲς αὐτοῖς διὰ τοῦδε τοῦ σχήματος μηχανώμενος. Εὔθραυστοι γὰρ τῶν τριγώνων καὶ τετραγώνων σχημάτων ἐν τοῖς λεπτοῖς σώμασιν αἱ γωνίαι. Λέουσι μὲν γὰρ, καὶ ἄρκτοις, καὶ παρδάλεσι, καὶ τοῖς ἄλλοις θηρίοις, ὀξεῖς καὶ παχεῖς καὶ μακροὺς καὶ μάλα ἰσχυροὺς ἐνέφυσεν ὁ Ποιητὴς ὄνυχας, καὶ φυσικὴν αὐτοῖς περιτέθεικε πανοπλίαν, ἐπειδὴ τῆς τεχνικῆς αὐτοὺς μεταλαχεῖν βοηθείας ἡ ἀλογία κωλύει. Τὸν δὲ ἄν θρωπον λογικὸν δημιουργήσας, καὶ νοῦν αὐτῷ μυ ρίων ἐπιστημῶν καὶ τεχνῶν εὑρετὴν ἐμφύσας, γυ μνὸν τῆς φυσικῆς πανοπλίας ἐδημιούργησε· καὶ οὔτε ὄνυχας αὐτῷ θηριώδεις ἔδωκεν, οὔτε ὁπλαῖς ἢ χη λαῖς τοὺς τούτου πόδας ἐκάλυψε· πῶς γὰρ ἂν ἐπέβη κλιμάκων; πῶς δὲ ἂν ἐπὶ τοίχων ἔστη λεπτῶν, λί θους ἢ πλίνθους ὑφαίνων, καὶ οἰκίαν κατασκευάζων; πῶς δ' ἂν ἐπ' ἄκρων ἔστη δωμάτων ὁπλαῖς ἢ χηλαῖς κεχρημένος; Νῦν δὲ τὸ μαλακὸν καὶ πρόμηκες τῶν ποδῶν, καὶ τῶν δακτύλων τὸ εὐκαμπὲς, ῥᾳδίαν αὐτῷ τὴν κίνησιν, καὶ ἀσφαλῆ τὴν στάσιν ποιεῖ. Καὶ γυ μνοῖς μὲν τοῖς ποσὶ κεχρημένος, εὐπετῶς μάλα καὶ ἐπὶ ξύλων βαδίζει, καὶ λεπτῶν κλιμάκων κατατολμᾷ, καὶ μυρία ἄττα δρᾷ μετὰ πολλῆς εὐκολίας. Τὴν δὲ τῶν ὁπλῶν ἢ τῶν χηλῶν χρείαν ἐπείσακτον ἔχει. Ἐκ γὰρ τῶν ὑπηκόων θρεμμάτων δέρμα λαβὼν, βυρσο δεψικῇ καὶ σκυτοτομικῇ τέχνῃ χρησάμενος συνεργῷ, μιμεῖται τῶν ποδῶν καὶ θέσιν καὶ ὄγκον, μῆκός τε καὶ εὖρος, καὶ οὕτως αὐτοὺς ἀμφιέννυσιν, ὡς ἂν καὶ τῶν ἀντιτύπων σωμάτων ἐν τῷ βαδίζειν τὴν βλάβην ἀπείργωσι, καὶ τῶν κρυμῶν ἀμβλύνωσι τὴν ἀκμήν. Τούτου χάριν ὁ Ποιητὴς μόνῳ τῷδε τῷ ζώῳ τὰ τῶν χειρῶν ἐχαρίσατο μόρια, οἷον ὄργανά τινα λογικῷ πρέποντα. ∆ιὰ τούτων γὰρ οἱ ἄνθρωποι καὶ γῆν ἀροῦσι, καὶ αὔλακας τέμνουσι, καὶ σπέρμα τα καταβάλλουσι, καὶ σκαπάνην ἢ δίκελλαν μετα χειριζόμενοι, βόθρους ὀρύττουσι, καὶ δένδρα φυτεύ ουσι, καὶ δρέπανα θήγοντες, νῦν τὰς ἀμπέλους πρὸς 83.616 ὠδῖνας ἐπειγομένας ὁρῶντες τέμνουσι, καὶ τῶν πε ριττῶν ἀπαλλάττουσι· νῦν δὲ τὰ λήϊα κείρουσι, καὶ δρέπονται τῶν πόνων τὰ ἐπίχειρα χερσὶ χρώμενοι, ἀμαλλοδετῆρες δεσμοῦσι, καὶ εἰς τὰς ἅλως τὰ φορτία κομίζουσι, καὶ τῶν ἀχύρων τοὺς πυροὺς ἀποκρί νουσι. Καὶ τὸ μὲν, ταῖς ἀχυρμιαῖς παραπέμπουσι, τοὺς δὲ, τοῖς δοχείοις ἐναποτίθενται,