22
ἐσχηκότος. 12 μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι θλῖψις ἐγγύς. περὶ τοῦ πάθους λέγει. χρῄζω δὲ τῆς παραστάσεώς σου. ὅταν δὲ ταῦτα λέγηται ἐκ προσώπου τοῦ ἐνανθρωπήσαντος, οὐχ ἱδίως πρὸς τὸν πατέρα λέγεται οὐδὲ πρὸς τὸν υἱόν, ἀλλὰ πρὸς τὸν θεόν-μία δὲ θεότης πατρὸς καὶ υἱοῦ-ε̣ἴπομεν. ἐὰν οὖν λέγωμεν ὅτι· "κεφαλὴ παντὸς ἀνδρὸς ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ τοῦ Χριστοῦ"-οὐκ εἶπεν "ὁ πατήρ", ἀλλ' "ὁ θεός"· ὡς ἀρχιερέα γὰρ λαμβάνει νῦν καὶ ὡς βασιλέα τὸν Χριστόν. κεφαλὴ οὖν ἡ θεότης ἐστίν· εἰ γὰρ εἰρ̣ήκει "ὁ πατήρ", παρῄρει τὸν υἱόν, εἰ εἰρήκει "ὁ υἱός", παρεσιώπα τὸν πατέρα· "θεὸν" γὰρ εἰρηκώς, ἐπεὶ μία θεότης πατρὸς καὶ υἱοῦ, καὶ θεὸς εἷς· θεὸς μὲν 32 εἷς, πατὴρ δὲ καὶ υἱὸς οὐχ εἷς. ὁ Ἀβραὰμ καὶ ὁ Ἰσὰχ ἄνθρωπος εἷς· ἀλλ' ὁ μὲν πατήρ, ὁ δὲ υἱός. ὅθεν οὐχ εἷς κατὰ τὴν σχέσιν, κατὰ δὲ τὴν οὐσίαν εἷς. 12 ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ἄλλος οὐ δύναται βοηθῆσαι. δύναται καὶ οὕτως· "ὅτι οὐκ ἔστιν"· οὐκ ἔριψα τὴν μέριμναν ἐπὶ βοηθὸν ἄλλον. δύναται δὲ καὶ τό· "ὅτι οὐκ ἔστιν μοι βοηθῶν"· ἐπεὶ πάντες κατ' ἐμοῦ εἰσιν, οὐκ ἔστιν νῦν, ὅσον ἧκεν εἰς ἀνθρώπινον λογισμόν, ὁ βοηθῶν. διὰ τοῦτο σὺ μὴ ἀποστῇς μου. δυνατὸν δὲ καὶ οὕτω· οὐδὲ ἄγγελος βοηθῆσαι τῷ τηλικούτῳ οἷός τέ ἐστιν. οὐ τολμᾷ βοηθῆσαι διὰ τὸ σὲ τὸν πάντων μείζονα, τουτέστιν τὴν θεότητα, αὐτῷ παρεῖναι, ἄλλου οὐχ οἵου τε ὄντος βοηθῆσαι εἰς τοῦτο τὸ πρᾶγμα. 13 περιεκύκλωσάν με μόσχοι πολλοί, ταῦροι πίονες περιέσχον με. λοιπὸν τάγματα τὰ διάφορα τῶν Ἰουδαίων λέγει, Φαρισαίων, Σαδδουκαίων, τῶν ἄλλων λεγομένων Ἰουδαίων Γραμματέων· οὗτοι γὰρ τῷ μέγα φρονεῖν τούτοις τοῖς ζῴοις παραβάλλονται, μάλιστα ὅτι καὶ γεωπόνα εἰσὶν τὰ ζῷα. δυνατὸν δὲ καὶ μόσχους μὲν αὐτοὺς εἰρῆσθαι, ταύρους δὲ πίονας τοὺς ἐνεργοῦντας αὐτούς, οἷον· "λαοὶ ἐμελέτησαν κενά"· οὗτοι οἱ μόσχοι. "παρέστησαν οἱ βασιλεῖς τῆς γῆς". οὐ πάντως δὲ αἰσθητοὺς λαμβάνομεν βασιλέας καὶ ἄρχοντας· εἷς γὰρ βασιλεὺς καὶ αὐτὸς μικροφυὴς καὶ οὐκέτι βασιλείαν ἔχων· διειλήφει γὰρ λοιπὸν ἡ Ῥωμαίων ἀρχή. Παῦλος δὲ ἑρμήνευσεν, τίνες εἰσὶν οἱ ἄρχοντες· οἱ αἴτιοι γενάμενοι τοῦ σταυρωθῆναι τὸν κύριον, ὧν σοφίας πολλὰς εἶναι λέγει. καὶ λέγει· "εἰ ἦσαν ἐγνωκότες, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν". εἰ ᾔδεσαν, ὅτι ἐπὶ καταλύσει τῇ ἑαυτῶν τοῦτο ποιοῦσιν, οὐκ ἂν ἐτόλμησαν τοῦτο ποιῆσαι. ὡς τὸ μικρῷ πρότερον προφητικὸν ἐλέγομεν τό· "ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης". κἀκεῖνοι ἁψάμενοι τοῦ σωτῆρος ἑαυτοὺς κατέλυσαν· καὶ ὡρμήθησαν ἐπὶ τὸ θανατῶσαι αὐτὸν τῷ οἴεσθαι ὅτι καταπαύσουσιν αὐτοῦ τὴν πολιτείαν. τοὐναντίον δὲ αὐτοῖς ἀπέβη· αὐτοὶ κατελύθησαν. ταῦροι πίονες περιέσχον με 14 ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ἐτάχθησαν ἐπὶ τῷ μόσχοι εἶναι. μετέβαλον δὲ εἰς θηριωδίαν ὡς ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ἀνοῖξαι κατὰ τὸν ὠρυόμενον λέοντα· τότε γὰρ̣ μάλιστα βλάπτει μεγάλως, ὅτε ὠρύεται. τὴν ἀγριότητα οὖν αὐτῶν καὶ τὸν κατὰ τοῦ σωτῆρος ἐπίχαρμον σημαίνει, ὅτι "ὡς ὠρυόμενος", λέγει, "λέων ἤνοιξαν τὸ στόμα αὐτῶν", οὐκέτι ἡσυχάζων, οὐκέτι προςποιούμενος ἥσυχος εἶναι. οὗτοι οὖν οἱ δοκοῦντες ἥσυχοι εἶναι τῷ μελετᾶν νόμον θεοῦ μόσχοι ἦσαν γεωπόνοι. ὅτε δὲ ἠθέλησαν κατ' ἐμοῦ ἀνοῖξαι τὸ στόμα καὶ εἰπ̣εῖν· "αἶρε, αἶρε, σταύροι αὐτόν· οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα", κατὰ τὸν λέοντα τὸν οὐ κορεσθέντα τοῦτο πεποίηκαν. 33 ἐπερ · οὐδέπω ἦν τὸ πάθος; -προφητικῶς λέγεται ὅλα ταῦτα. τὰ ἐνδεχόμενα πρὶν ὑπαρχθῇ, πρὶν κατ' ἐνέργειαν γένηται, ἐνδεχομένως ἔχει καὶ γενέσθαι καὶ μή. καὶ οὐκ ἔχει τις διαβεβαιώσασθαι πότερον γενήσεται ἢ οὐ γενήσεται· εἰς ἀμφότερα γὰρ ἴσην ἔχει τὴν ῥοπήν. ὅταν δὲ πρόγνωσίν τις ἔχων ἢ αὐτὸς ὁ θεὸς προκαταλάβοι ὅτι τῶν ἐνδεχομέ νων τόδε ἔσται, ὡς ἐφ' ἡμῶν γίνεται, ὅταν ἤδη ὑπαρχθῇ· ἐπὶ τῶν ὄντων γὰρ καὶ γεγονότων ἤδη ἔχομεν εἰπεῖν ποῖον ἀληθὲς καὶ ποῖον ψευδές, πότερον γέγονεν ἢ οὐ γέγονεν. ἐπὶ δὲ τῶν μελλόντων οὐκ