22
ἐκπορευόμενον ἐκ μήτρας μητρὸς 16b ἢ ὥσπερ νήπιοι, οἳ οὐκ εἶδον φῶς. τί λέγεις; οὐχὶ σὺ εἶπας· εἰ τὰ μὲν ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ δὲ κακὰ οὐχ ὑποίσομεν; τί γέγονεν; ἀθρόον μετέπεσες καὶ ἐπαρᾷ σου τὴν ἡμέραν καὶ τὴν γένεσιν αἰτιᾷ σὺ τὴν σεαυτοῦ, καὶ ταῦτα παρόντων τῶν ἀκροατῶν; σὺ δὲ οὐ θαυμάζεις, ὅτι οὐκ ἐκεῖνα ἐφθέγξατο τὰ ῥήματα, ὅτι «τίνα ἀντὶ τίνων ἀπολαμβάνω; ταῦτά μοι ἀντὶ τῆς φιλοξενίας; ταῦτα ἀντὶ τῆς πολλῆς φιλανθρωπίας;» ἀλλὰ τούτων μὲν οὐδὲν εἶπεν, ὥσπερ δὲ δικαίως ὑπομένων, ἅπερ ὑπέμενεν, καὶ κατ' ἀξίαν καὶ κατὰ λόγον ηὔξατο μὴ γενέσθαι, ὅπερ καὶ περὶ τοῦ Ἰούδα ἔλεγεν ὁ Χριστός· καλὸν ἦν αὐτῷ, εἰ μὴ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος· ὅπερ οὖν καὶ οὗτός φησιν· «διὰ τί ἐγενόμην; βέλτιον ἦν μὴ γενέσθαι.» 3,17a ἐκεῖ ἀσεβεῖς ἔπαυσαν θυμὸν ὀργῆς, 17b ἐκεῖ ἀνεπαύσαντο κατάκοποι τῷ σώματι. 3,18a ὁμοθυμαδὸν δὲ δι' 53 αἰῶνος 18b οὐκ ἤκουσαν φωνὴν φορολόγου. 3,19a μικρὸς καὶ μέγας ἐκεῖ ἐστι 19b καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. τί λέγεις, ὅτι ἀσεβὴς καὶ πονηρὸς ἐγώ, ἀλλὰ καὶ οὗτοι ταύτης ἔτυχον τῆς παραμυθίας; 3,20a ἵνα τί γάρ, φησίν, δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, 20b ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; 3,21a οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν, 21b ἀνορύσσουσι δὲ αὐτὸν ὥσπερ θησαυρόν, 3,22 περιχαρεῖς δὲ ἐγένοντο, ἐὰν κατατύχωσιν αὐτοῦ. 3,23a θάνατος γὰρ ἀνδρὶ ἀνάπαυσις, οὗ ἡ ὁδὸς ἀπεκρύβη· 23b συνέκλεισε γὰρ ὁ θεὸς κατ' αὐτοῦ. θαύμασον καὶ ἐνταῦθα αὐτοῦ τὴν εὐλάβειαν, πῶς ἐπιθυμεῖ τοῦ θανάτου καὶ οὐ τυγχάνει, καὶ οὐκ ἐτόλμα ἑαυτὸν διαχρήσασθαι. ταῦτα δὲ οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ διαποροῦντος καὶ τὴν αἰτίαν οὐχ εὑρίσκοντος. ὥσπερ ὁ Χριστὸς εἰπὼν καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη οὐδὲν ἕτερον ἐδήλωσεν, ἀλλ' ἢ ὅτι δεινὰ αὐτὸν ἀναμένει καὶ χαλεπά, οὕτω καὶ ἐνταῦθα ὁ Ἰὼβ λέγων «εἴθε μὴ ἐγεννήθην» οὐ τῆς δημιουργίας τοῦ θεοῦ κατατρέχει, ἀλλὰ τὸ μέγεθος τῆς συμφορᾶς παρίστησιν. διὰ τί «εἴθε μὴ ἐγεννήθην»; ὅτι ἄδικόν τι πέπονθας; «οὐδαμῶς» φησίν, «ἀλλ' ὅτι οὐ φέρω τὴν συμφοράν.» καὶ ὅρα τὴν εὐλάβειαν· ἅπαντα τὸν θυμὸν εἰς τὴν ἡμέραν ἐκχέει οὐ τολμῶν τοῦτον ὑπερβῆναι τὸν ὅρον, ἀλλ' ἀεὶ τὰ αὐτὰ καὶ συνεχῶς λέγων ἡμέρα καὶ νὺξ καὶ νὺξ καὶ ἡμέρα καὶ πλέον οὐδέν· καίτοι ἤρκει τὸ πρῶτον 54 ῥῆμα ἅπαντα παραστῆσαι. εἰπὼν γὰρ ἀπόλοιτο ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην πάντα τὰ ἐνταῦθα ἐδήλωσεν, ἵνα εἴπῃ, ὅτι «τέως τῶν παρόντων οὐκ ἐπειρώμην δεινῶν, κἂν μὴ μισθὸν εὐσεβείας ἐκομιζόμην.» τίνος ἕνεκεν εἶπε τὸ μὴ ἔλθοι εἰς αὐτὴν φέγγος καὶ ὅσα τοιαῦτα; ἔθος τοῖς ἀλγοῦσι περιττολογεῖν. μὴ τοίνυν ὑπὸ ἀσεβεῖς εὐθύνας τοὺς λόγους ἀγάγωμεν· ὃν γὰρ ὁ θεὸς δικαιοῖ, τίς κατακρινεῖ; ἡ ἡμέρα, φησίν, ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος, ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου. τί τοῦτο ἐκείνου διαφέρει; καὶ πάλιν· καταράσαιτο αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι. τί βούλεται ἐνταῦθα τὸ κῆτος; τὴν πολλὴν τοῦ θεοῦ δύναμιν ἐνδείκνυται. νῦν ἂν κοιμηθείς, φησίν, ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων καὶ βουλευτῶν γῆς. ὅπερ καὶ ὁ Ἠλίας φησίν· ἱκανούσθω μοι, μὴ ἐγὼ κρείττων εἰμὶ τῶν πατέρων μου; καὶ μετὰ ἀρχόντων, φησίν, ὧν πολὺς ὁ χρυσός. ἐμοὶ δοκεῖ καὶ ἐκείνους καταστέλλειν καὶ πείθειν μὴ μέγα νομίζειν εἶναι τὰ ἀνθρώπινα πράγματα. οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχε τοὺς βασιλεῖς ἐνταῦθα παρήγαγεν, οἳ ἐγαυριῶντο, φησίν, ἐπὶ ξίφεσιν. ὅρα καὶ ἐν τῇ συμφορᾷ φιλόσοφα ῥήματα. οὐδὲν ἐκείνων ὁ πλοῦτος προέστη, οὐδὲν ἐκείνους ἡ δύναμις ὠφέλησεν. ὁ θάνατος πάντων περιεγένετο. ἢ ὥσπερ, φησίν, ἔκτρωμα ἐκπορευόμενον ἐκ μήτρας μητρός. ὅρα, πῶς, ἵνα μὴ δόξῃ ἑαυτὸν ἐπαίρειν, καὶ τοῖς ἀμβλωθριδίοις ἑαυτὸν παραβάλλει· οὕτω ταπεινὸς ἦν καὶ ἐλεεινός. 55 ἐκεῖ ἀσεβεῖς, φησίν, ἔπαυσαν θυμὸν ὀργῆς. εἶτα λοιπὸν ἐγκώμιον θανάτου, ὅτι οἱ μὲν τῆς κακίας ἀπέστησαν, οἱ δὲ τῆς ταλαιπωρίας ἀπηλλάγησαν, οἱ μὲν εὗρον λιμένα τῶν δεινῶν, οἱ δὲ κώλυμα τῆς πονηρίας· καὶ τὸ μέγιστον, ὅτι οὐδὲ ἔστι πάλιν προσδοκῆσαι τὰ