1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

22

στεφανωθῆναι, ἕλοιτο ἀγωνίζεσθαι; τίς πυκτεύων, παρὸν ἀναδήσασθαι τὸν στέφανον, ἕλοιτο πάλιν εἰς τὸν ἀγῶνα εἰσιέναι, καὶ κατακόπτειν τὴν ἑαυτοῦ κεφαλήν; ποῖος στρατηγὸς, ἐξὸν ἀπαλλαγῆναι τοῦ πολέμου μετὰ εὐδοξίας καὶ τροπαίων, καὶ μετὰ τοῦ βασιλέως ἐν τοῖς βασιλείοις ἀναπαύεσθαι, καταδέξαιτο ἂν ἔτι καὶ ἱδροῦν καὶ παρατάττεσθαι; Πῶς οὖν τὸν οὕτω κατάπικρον ζῶν βίον, ἔτι ἐνταῦθα μένειν βούλει; οὐχὶ σὺ ἔλεγες, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι; Εἰ καὶ διὰ μηδὲν ἕτερον, διὰ τοῦτο γοῦν ἐχρῆν ἐπιθυμεῖν τῆς ἀπαλλαγῆς· εἰ μυρίων ἦν ἀγαθῶν μεστὰ τὰ παρόντα, διὰ γοῦν τὸν Χριστὸν τὸν ποθούμενον ἔδει ποθεῖν τὴν τούτων ἀπαλλαγήν. Βαβαὶ τῆς τοῦ Παύλου ψυχῆς! οὐδὲν ἴσον ἐκείνης γέγονεν, οὐδὲ ἔσται. Φοβῇ τὸ μέλλον, μυρίοις ἐνέχῃ δεινοῖς, καὶ οὐ βούλει εἶναι πρὸς τὸν Χριστόν; Οὒ, φησί· καὶ τοῦτο διὰ τὸν Χριστὸν, ἵνα οὓς εἰργασάμην αὐτοῦ δούλους, εὐνουστέρους καταστήσω· ἵνα ὅπερ ἐφύτευσα γεώργιον, καρποφορῆσαι ποιήσω. Οὐκ ἤκουσάς μου οὐχὶ τὸ ἐμαυτοῦ ζητοῦντος συμφέρον, ἀλλὰ τὸ τῶν πλησίον; οὐκ ἤκουσας, ὅτι ἀνάθεμα ηὐχόμην γενέσθαι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τοῦ πολλοὺς αὐτῷ προσελθεῖν; Ὁ ἐκεῖνο ἑλόμενος, οὐ πολλῷ μᾶλλον τοῦτο αἱρήσομαι, ἡδέως ἐμαυτὸν ζημιῶν διὰ τῆς ἀναβολῆς καὶ ὑπερθέσεως, ἵνα ἐκείνοις γένηταί τις σωτηρία; Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, οὐκοῦν καὶ ὅτε τὸν ἥλιον· ἀλλ' οὐχ οὕτως, ὡς ὅτε τὸν Παῦλον ἔδειξας ἡμῖν καὶ τῇ οἰκουμένῃ πάσῃ. ∆ιὰ τοῦτο λαμπροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτὸς ἀφῆκε λαμπροτέρας τὰς μαρμαρυγὰς, φαιδρὰς τὰς ἀκτῖνας ἥπλωσεν. Ἡλίκον ἡμῖν οὗτος ἔτεκε τὸν καρπὸν, οὐκ ἀστάχυς πιαίνων, οὐδὲ ῥοιὰς τρέφων, ἀλλὰ τὸν τῆς εὐσεβείας καρπὸν καὶ τίκτων, καὶ εἰς ἀκμὴν ἄγων, καὶ διαπίπτοντα συνεχῶς ἀνακτώμενος; Εἰκότως· οὗτος μὲν γὰρ ὁ ἥλιος τὸ ἅπαξ διασαπὲν τῶν ἀκροδρύων οὐδὲν ὀνῆσαι δυνήσεται. Παῦλος δὲ τοὺς μυρίας ἔχοντας σηπεδόνας, ἐξ ἁμαρτημάτων ἀνεκαλεῖτο· καὶ οὗτος μὲν παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο. Οὐδὲν εἷλεν ἐκεῖνον, οὐδὲν ἐκράτησεν. Ἐκεῖνος ἀφ' ὕψους φερόμενος, κάτω τὰς ἀκτῖνας ἀφίησιν· αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλὰ ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Πῶς; Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα 62.207 νοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας πολλοὺς ἐθήρευσε, πῶς οὐκ ἐμπλήσει χαρᾶς τὰς ἄνω δυνάμεις; βʹ. Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς ἐπὶ τούτῳ σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ γὰρ, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν οἱ Ἰσραηλῖται, ἐσκίρτησαν τὰ ὄρη, ὡς κριοί· ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν μετέστησαν ἄνθρωποι, πόσην οἴει εἶναι χαράν; ∆ιὰ ταῦτα, Τὸ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Ποίαν ἕξομεν ἀπολογίαν λοιπὸν ἡμεῖς; Πολλάκις γὰρ ἄνθρωπος κληροῦται πόλιν μικρὰν καὶ πενιχρὰν, καὶ οὐχ αἱρεῖται ἀπελθεῖν ἑτέρωθι, τὴν οἰκείαν προκρίνων ἀνάπαυσιν· πρὸς τὸν Χριστὸν εἶχεν ἀπελθεῖν ὁ Παῦλος, καὶ οὐκ ἠθέλησε τὸν Χριστόν· Χριστὸν, ὃν οὕτως ἐπόθει, ὡς δι' αὐτὸν καὶ γέενναν αἱρεῖσθαι· καὶ ἔμενεν ἔτι ἀγωνιζόμενος διὰ τοὺς ἀνθρώπους. Τίς ἔσται ἡμῖν ἀπολογία; Ὅλως δὲ μεμνῆσθαι χρὴ Παύλου ἁπλῶς; Ὅρα τί εἰργάσατο· Ἔδειξεν, ὅτι κρεῖσσον τὸ ἀπελθεῖν, πείθων αὐτοὺς μὴ ἀλγεῖν· ἔδειξεν, ὅτι κἂν μένῃ, διὰ τοῦτο μένει, δι' ἐκείνους, ὅτι οὐκ ἀπὸ τῆς πονηρίας γίνεται τῶν ἐπιβουλευόντων. Ἵνα τοίνυν ἀξιοπίστους αὐτοὺς ἐργάσηται, καὶ τὴν αἰτίαν ἔθηκεν. Εἰ