1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

23

ἐμφήναντος. Καὶ ὁ Ἀπό στολος δὲ μαρτυρεῖ γράψας· Κἂν ἀθλῇ τις, οὐ στε φανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.

ΕΡΩΤΗΣΙΣ ΟΖʹ. Τί ἐστι δόλος, καὶ τί ἐστι κακοήθεια. ΑΠΟΚΡΙΣΙΣ. Κακοήθεια μέν ἐστιν, ὡς λογίζομαι, αὐτὴ ἡ πρώτη καὶ κεκρυμμένη κακία τοῦ ἤθους· δόλος δὲ τὸ πρὸς ἐπιβουλὴν περίεργον, ὅταν τις, ἀγαθόν τι σχη 31.1137 ματισάμενος, καὶ τοῦτο, ὥσπερ δέλεαρ, τινὶ προθεὶς, δι' αὐτοῦ τὰ τῆς ἐπιβουλῆς κατεργάσηται

ΕΡΩΤΗΣΙΣ ΟΗʹ. Ἐφευρεταὶ κακῶν τίνες εἰσίν. ΑΠΟΚΡΙΣΙΣ. Οἱ παρὰ τὰ συνήθη τοῖς πολλοῖς καὶ γνώριμα κακὰ ἄλλα τινὰ προσεπινοοῦντες καὶ ἐξευρίσκον τες.

ΕΡΩΤΗΣΙΣ ΟΘʹ. Ἐάν τις συνεχῶς ἑαυτοῦ ἐπιλαμβάνηται, ὅτι σκληρῶς προσφέρεται τῷ ἀδελφῷ, πῶς διορ θωθήσεται. ΑΠΟΚΡΙΣΙΣ. ὁ μὲν πρᾶγμα συμβαίνει, ὡς ἐξ αὐτοῦ στο χάζομαι, ἢ ἀπὸ φρονήματος ὑπεροχὴν φανταζομένου, ἢ ἀπὸ λύπης τῆς ἐπὶ ἐλαττώμασι τῶν κατορθοῦν ὀφειλόντων. Τὸ γὰρ ἐξ ἀγαθοῦ τινος ἐλπισθέντος ἐναντίον καὶ λυπηρὸν ἀπαντῆσαν καὶ σφοδρότερόν πως τῆς ψυχῆς καθάπτεται. Ἐπιμελείας δὲ χρεία περισσοτέρας, ἵνα, εἰ μὲν τὸ πρῶτον εἴη, κολά σωμεν τῆς ὑπερηφανίας τὸ πάθος, εἰ δὲ τὸ δεύτερον, πρὸ τῆς ἀγανακτήσεως ἐν παρακλήσει καὶ νουθεσίᾳ τὴν εὐσπλαγχνίαν ἐπιδειξώμεθα. Ἐὰν δὲ ἄρα ὁ τρόπος οὗτος τῆς θεραπείας ἀνενέργητος φανῇ διὰ τὴν τοῦ ὑποκειμένου πάθους κακίαν τότε λοιπὸν καὶ τῇ σφο δρότητι τῆς ἀγανακτήσεως μετὰ συμπαθείας ἐπ' ὠφελείᾳ καὶ διορθώσει τοῦ ἁμαρτήσαντος εὐκαί ρως καὶ μετὰ λόγου χρησώμεθα.

ΕΡΩΤΗΣΙΣ Πʹ. Πόθεν συμβαίνει τὸ ὥσπερ τῇ διανοίᾳ ἐπιλείπειν λογισμοὺς ἀγαθοὺς καὶ μερίμνας ἀρεσκούσας τῷ Θεῷ, καὶ πῶς, ἵνα μὴ τοῦτο πάσχωμεν. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ ∆αβὶδ εἰπόντος, Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, εὔδηλον, ὅτι τὸ τοιοῦτον ἀπὸ νυστα γμοῦ τῆς ψυχῆς καὶ ἀναισθησίας συμβαίνει. Γρηγο ρούσῃ γὰρ τῇ ψυχῇ καὶ νηφούσῃ οὐχὶ μέριμνα Θεῷ ἀρέσκουσα καὶ λογισμὸς ἀγαθὸς ἐπιλείπει, ἀλλ' ἑαυ τὴν τούτοις ἐπιλείπουσαν ἐπιβλέπει. Εἰ γὰρ ὁ τοῦ σώματος ὀφθαλμὸς οὔτε ἀρκεῖ πρὸς θεωρίαν καὶ ὀλίγων τινῶν τοῦ Θεοῦ δημιουργημάτων, οὔτε ἅπαξ τι θεασάμενος κόρον ἔσχεν, ἀλλὰ καὶ ἀεὶ τὸ αὐτὸ θεωρῶν, οὐ παύεται ὅμως τοῦ βλέπειν· πόσῳ μᾶλλον ὁ τῆς ψυχῆς ὀφθαλμὸς, ἐὰν ἐγρηγορὼς ᾖ καὶ νήφων, οὐκ ἐξαρκεῖ πρὸς θεωρίαν τῶν τοῦ Θεοῦ θαυ μασίων καὶ κριμάτων; Τὰ κρίματα γάρ σου, φησὶν, ἄβυσσος πολλή· καὶ ἀλλαχοῦ· Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ· ἐκραταιώθη. οὐ μὴ δύνω μαι πρὸς αὐτήν· καὶ πολλὰ τοιαῦτα. Εἰ δὲ ἐπιλεί 31.1140 πει τῇ ψυχῇ λογισμὸς ἀγαθὸς, δηλονότι ἔτι ἐπι λείπει αὐτῇ φωτισμός· οὐ παρὰ τὸ ἐπιλείπειν τὸ φωτίζον, ἀλλὰ παρὰ τὸ νυστάζειν τὸ φωτισθῆναι ὀφεῖλον.

ΕΡΩΤΗΣΙΣ ΠΑʹ. Εἰ χρὴ ἴσως ἐπιτιμᾷν τοῖς εὐλαβέσι καὶ τοῖς ἀδιαφόροις, ὅταν ἐν τῷ αὐτῷ ἁμαρτήματι εὑρίσκωνται ἀμφότεροι. ΑΠΟΚΡΙΣΙΣ Ἐὰν ἀπίδωμεν εἰς τὴν διάθεσιν τοῦ ἁμαρτάνοντος καὶ τὸν τρόπον τοῦ ἁμαρτήματος, γνωσόμεθα καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως. Κἂν γὰρ τὸ αὐτὸ ἁμάρτημα εἶναι δοκῇ τό τε τοῦ ἀδιαφόρου καὶ τὸ τοῦ εὐλαβοῦς, ἀλλὰ πολλὴ μεταξὺ αὐτῶν ἡ διαφορά. Ὁ μὲν γὰρ εὐλαβὴς, εὐλαβὴς ὢν ἀγωνιῶν τε ἅμα καὶ ἀγωνιζό μενος περὶ τῆς πρὸς Θεὸν εὐαρεστήσεως, κατὰ περίστασίν τινα καὶ σχεδὸν ὡς οὐκ ἤθελεν ἐσφάλη καὶ ὤλισθεν· ὁ δὲ ἀδιάφορος, οὐδένα λόγον οὐδὲ ἑαυ τοῦ οὐδὲ τοῦ Θεοῦ ποιούμενος, καὶ οὐδεμίαν διαφο ρὰν τοῦ τε ἁμαρτάνειν καὶ τοῦ κατορθοῦν τιθέμενος, ὡς αὐτὸ δηλοῖ τὸ ὄνομα, τὰ πρῶτα καὶ μεγάλα κακὰ νοσεῖ· ἢ καταφρόνησιν Θεοῦ, ἢ ἀπιστίαν τοῦ εἶναι Θεόν. ∆ύο γὰρ ταῦτα αἴτια τῇ ψυχῇ τοῦ ἁμαρτύνειν γίνεται, ὡς ἡ Γραφὴ μαρτυρεῖ λέγουσα ποτὲ μέν· Φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· ποτὲ δέ· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός· διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύ μασιν. Ὥστε ἢ καταπεφρόνηκε, καὶ διὰ τοῦτο ἁμαρτά νει, ἢ αὐτὸ τὸ εἶναι τὸν Θεὸν ἀρνεῖται, καὶ διὰ τοῦτο ἐν τοῖς