23
ἔχομεν τοῦτο ἢ μόνον εἰπεῖν ὅτι τὸ ἕτερον ἔσται, οὐ μὴν τόδε. ἐπεὶ τοίνυν καὶ ἐνταῦθα θεῖος ὀφθαλμὸς προκατείληφεν τὰ μέλλοντα, οὐκέτι ὡς ἐνδεχόμενα αὐτῷ ἐστιν. διὰ τοῦτο λέγει· "ὤρυξαν χεῖράς μου καὶ πόδας μου". εἰ ἄλλος ἔλεγεν, τοῦτο οὐκ εἶπεν, ἀλλὰ τὸ "ὀρυχθήσονται" ἢ "οὐκ ὀρυχθήσονται". 15 ὡσεὶ ὕδωρ ἐξεχύθην, καὶ διεσκορπίσθη πάντα τὰ ὀστᾶ μου. τὸν σκορπισμὸν ἐνταῦθα λέγει τοῦ σώματος, αὐτῶν τῶν μαθητῶν, ὅτε ἐσκανδαλίσθησαν πάντες καὶ πεπλήρωται τό· "πάντες ὑμεῖς σκανδαλισθήσεσθε". καὶ ἐλεύσεται ὥρα ὅτε πάντες φεύξεσθε, εἰς τὰ ἴδια ἀπελεύσεσθε καὶ ἐμὲ μόνον καταλείψετε. ὥσπερ οὖν τὸ ὕδωρ τὸ ἐκχυννόμενον ἀεὶ τρέχει καὶ οὐχ ἵσταται, οὕτω καὶ ὧδε "ὡσεὶ ὕδωρ ἐξεχύθησαν". οὐκ εἶπεν "ἐκχύννονται"· οὐδὲ γὰρ ἀεὶ μένουσιν οὕτω. ἃ λέγει περὶ ἑαυτοῦ, περὶ τοῦ σώματος λέγει ἑαυτοῦ τοῦ κατὰ τὸ ἄθροισμα τῶν πιστῶν τῆς ἐκκλησίας. "τὰ ὀστᾶ μου"· οἱ εὔτονοι τοῦ σώματός μου· τῶν γὰρ πιστευόντων εὐτονώτεροι ἦσαν οἱ ἀπόστολοι. καὶ οὗτοι διεσκορπίσθησαν. ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου ἐπερ · τὰ ὀστᾶ διεσκορπίσθησαν αὐτοῦ; -ὅτε ἐσκανδαλίσθησαν οἱ μαθηταί. τοῦτο τὸ ἐκχυθὲν ὕδωρ εἰ μή που κώλυμα γένηται, ἀεὶ φέρεται. καὶ οἱ μαθηταὶ οὖν διεσκορπίσθησαν, ὡς ὕδωρ ἦσαν ἐκχυθέντες. ὅτε περὶ αὐτὸν ἦσαν, συνεστραμμένον ἦσαν ὕδωρ ποταμῷ ἐοικός, πηγὴ τυγχάνον. ἐπειδὴ δὲ ἔξω αὐτοῦ γέγοναν πρὸς ὥραν, ὡς τὸ ὕδωρ τὸ ἐκχυθέν ἐστιν. στήσεται δέ ποτε τὸ ὕδωρ· οὐ γὰρ ἀεὶ φέρεται. οὕτω καὶ ἡ ταραχὴ καὶ τὸ σκάνδαλον τῶν μαθητῶν εὐθέως πεπαύσεται, ὅπερ καὶ γέγονεν. 15 ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος ἐν μέσῳ τῆς κοιλίας μου. καρδία τοῦ σώματος τούτου τοῦ συνισταμένου ἐκ τοῦ ἀθροίσματος τῶν πεπιστευκότων οἱ νοηματικοί εἰσιν. καὶ οὗτοι οὖν ὡς κηρὸς τηκόμενος γέγοναν, ὅσοι καρδία αὐτοῦ τυγχάνουσιν. πλὴν εἰ καὶ ἐτάκη ὁ κηρός, οὐκ ἔξω τῆς κοιλίας αὐτοῦ γέγονεν· περὶ τὴν κοιλίαν γὰρ αὐτοῦ τυγχάνουσιν, ἵνα τεχθῶσιν πάλιν. μετὰ τὴν ταραχὴν γοῦν τὴν ὑπάρξασαν πάλιν ἀπεδείχθησαν υἱοὶ τοῦ σωτῆρος. ἐπερ · ποταπὴν ταραχήν; -τὴν προπάθειαν ἐκταθεῖσαν πρὸς ὀλίγον, οὐχ ὥστε παραμεῖναι. ἡ δὲ τῆξις τοῦ κηροῦ οὐκ ἀεὶ γίνεται, ἀλλ' ὅταν τακῇ, μεταβάλλει εἴς τι σκεῦος ἢ χρήσιμον ἄλλο, καὶ πάλιν συνστρέφεται οὐ πόρρω τῆς κοιλίας οὐ τοῦ γεννήσαντος 34 γινομένη ἡ καρδία αὕτη. ἐπερ· ἵνα τὴν κοιλίαν τί; -αὐτὴν τὴν τοῦ σωτῆρος δύναμιν καθ' ἣν μορφοῖ καὶ τεκνοῖ. εἰ πάλιν τοὺς γεννητικοὺς τοῦ σώματος, Παῦλος τοῦ σώματος ὢν ἐγέννα λέγων· "διὰ τοῦ εὐαγγελίου ἐγέννησα ὑμᾶς". καί· "οὓς ὠδίνω, μέχρι οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν". οὐκ ἔξω γίνονται τῆς κοιλίας, οὐκ ἀπορφανοῦνται. ἐπερ · "ἐγενήθη ἡ καρδία μου ὡσεὶ κηρὸς τηκόμενος"; -εἶπον ὅτι τὰ λεγόμενα περὶ αὐτοῦ κατὰ τὸν ἄνθρωπον ῥηθείη ἂν καὶ περὶ παντὸς δικαίου. ἡ καρδία αὐτοῦ ὅταν μὴ φῶς ᾖ, ἀλλ' ἔχῃ τι ὑλικὸν ἀναμεμιγμένον, τήκεται. πρὸς καλοῦ δὲ ἡ τῆξις γίνεται· τηκόμενος γὰρ ὁ κηρὸς οὐκ ἔξω γίνεται τοῦ ἔχοντος αὐτόν. "ἐν μέσῳ" οὖν "τῆς κοιλίας μου". ἐπὶ τῶν νοητῶν διάφορα ὀνόματα τὸ αὐτὸ σημαίνουσιν. νοητὸν λέγω πρόβατον τὸ ὑπὸ τὸν ποιμένα τὸν ἀληθινὸν ὄντα. τοῦτο τὸ πρόβατον κατὰ ἄλλον τρόπον καὶ φῶς λέγεται. ποτὲ γοῦν ἐρωτηθεὶς παρὰ φιλοσόφου, εἰ ἔχω ἀπὸ τῆς γραφῆς εἰπεῖν ὅτι ἀσώματός ἐστιν ἡ ψυχή, ταῦτα εἶπον ὅτι· ἕκαστον ὄνομα σώματος δηλωτικὸν ἐκεῖνο μόνον σημαίνει καθ' οὗ λέγεται. οἷον ἡ αἰσθητὴ ἄμπελος οὐδὲν ἕτερόν ἐστιν ἢ ἄμπελος, καὶ ὁ σωματικῶς ὀνομαζόμενος λίθος οὐκ ἄλλο τί ἐστιν ἢ λίθος. ὅταν δὲ κατὰ τῆς αὐτῆς οὐσίας πολλὰ λέγηται ἀνομοίων δηλωτικά, φανερὸν ὅτι νοητὴ οὐσία ἐστὶν ἐκείνη. οὕτω γοῦν καὶ περὶ θεοῦ λέγομεν ὅτι ἀσώματος, ἐπεὶ καὶ φῶς καὶ πῦρ καὶ πνεῦμα καὶ πηγὴ ὀνομάζεται. ταῦτα δὲ σωματικῶς οὐ δύναται εἶναί τι, ἀλλὰ κατ' ἐπινοίας. αἱ ἐπίνοιαι δὲ περὶ νοητὰ γίνονται αἱ τοιαῦται. ἐὰν οὖν τοίνυν ὁ ἄνθρωπος ἢ ἡ ψυχὴ λέγηται φῶς,