1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

23

ἀνατιθέμενα. σοὶ δὲ χρεία συνέσεως τοῦ ἐκεῖνα περὶ αὐτοῦ γινώσκειν, ὅσα μὴ μῶμον φέρει προσ φερόμενα. τὸ μὲν γὰρ ὄντως αὐτῷ πρέπον εἰς ἔπαινον κρεῖττόν ἐστιν ἢ ὥστε ὑπὸ ἀνθρωπίνης φύσεως εὑρεθῆναι· ἡμῖν δὲ τοσοῦτον ἀγαπητὸν οὐδὲ τὸ δέον περὶ αὐτοῦ γινώσκειν εὑρεῖν, ἀλλὰ τὸ μηδενὶ τῶν ἀπεμφαινόντων συνενεχθῆναι· ὅπερ δὴ ἐπὶ τῆς αἰνέσεως τοῦ ∆αβὶδ ἐνοήσαμεν, ὡς τῷ τοιούτῳ μόνῳ πρεπούσης τῆς θείας αἰνέσεως. ταὐτόν μοι δοκεῖ καὶ περὶ τῆς προσευχῆς γινώσκειν, ὅταν ἀκούσωμεν, προσευχὴ τοῦ ∆αβίδ, ὡς δέον καὶ τὸν ἡμέτερον βίον κατὰ τὸν ἐκείνου σπουδάζειν εἶναι, ἵνα τοῦ προσεύχεσθαι τὴν παρρησίαν κτησώμεθα. οὕτω καὶ τὸ προσευχὴ τῷ πτωχῷ ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. πολλὴ γὰρ ἡμῖν χρεία τῆς κατὰ θεὸν ἀναβάσεως, ἵνα νοήσωμεν τίνων πτωχεύομεν· οὐ γὰρ ἂν εἰς ἐπιθυμίαν ἔλθοιμεν τῶν ἀληθινῶν ἀγαθῶν, εἰ μὴ τὴν ἐν τοῖς τοιούτοις ἑαυτῶν πτωχείαν κατανοήσαιμεν. ἀλλ' ἔμψυχός τις γίνε καὶ ἐνδιάθετος τῆς προσευχῆς ὁ τόνος, ὅταν γνῶμεν τίνων πτωχεύομεν καὶ πρὸς τὴν ἀναβολὴν τῶν ποθουμένων ἀκηδιάσωμεν· καὶ οὕτως ἐκχεῖται ἡ δέησις ἡμῶν διὰ τῶν ὀφθαλμῶν ἀντὶ ῥημάτων χρωμένη τοῖς δάκρυσιν. οὕτω 5.79 νοήσεις καὶ τὸ Προσευχὴ τῷ Μωυσεῖ ἀνθρώπῳ τοῦ θεοῦ, ὡς οὐκ ἐνὸν ἄλλως προσελθεῖν διὰ προσευχῆς τῷ θεῷ, εἰ μή τις τοῦ κόσμου τούτου ἀποστὰς θεοῦ μόνου γένοιτο ἄνθρωπος.

ΚΕΦΑΛΑΙΟΝ ∆ʹ

Ἡ δὲ ὑπὲρ τῶν ἀλλοιωθησομένων ἐπιγραφὴ τοῦτόν μοι δοκεῖ τὸν νοῦν

ἔχειν, ὅτι μόνη κρείττων ἐστὶ τροπῆς τε καὶ ἀλλοιώσεως ἡ θεία φύσις· οὐ γὰρ ἔχει πρὸς ὅ τι χρήσεται τῇ τροπῇ, τοῦ μὲν κακοῦ ἀνεπίδεκτος οὖσα καθόλου, πρὸς δὲ τὸ κρεῖττον τραπῆναι μὴ δυναμένη· οὐκ ἔστι γὰρ πρὸς ὅ τι δέξεται τὴν ἀλλοίωσιν· οὐ γὰρ ἔχει τὸ ἑαυτῆς κρεῖττον, πρὸς ὃ μεταβήσεται. ἡμεῖς δὲ οἱ ἄνθρωποι ἐν τροπῇ τε καὶ ἀλλοιώσει κείμενοι κατ' ἀμφότερα διὰ τῆς ἀλλοιωτικῆς ἐνεργείας ἢ χείρους ἢ βελτίους γινόμεθα· χείρους μέν, ὅταν τῆς μετουσίας τῶν ἀγαθῶν ἀπορρέωμεν, ἀμείνους δὲ πάλιν, ὅταν πρὸς τὸ κρεῖττον ἀλλοιούμενοι τύχωμεν. ἐπεὶ οὖν τῷ κακῷ διὰ τῆς τροπῆς συνηνέχθημεν, χρεία τῆς ἀγαθῆς ἡμῖν ἀλλοιώσεως, ὡς ἂν διὰ ταύτης γένοιτο ἡμῖν ἡ πρὸς τὸ κρεῖττον μεταβολή· καὶ τοῦτο δῆλόν ἐστιν ἐκ τῆς συμφράσεως τῶν τοῖς ἀλλοιωθησομένοις συγγεγραμμέ νων· οὐ γὰρ μόνον τὸ δεῖν ἀλλοιωθῆναι συμβουλεύει ὁ λόγος, ἀλλὰ καὶ τρόπον τινὰ ὑποτίθεται, ὅπως ἂν τὸ τοιοῦτον κατορθωθείη, δι' ὑποδειγμάτων τινῶν τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν προδεικνύων. Ἔχει δὲ ἡ λέξις τῆς ἐπιγραφῆς οὕτως· Εἰς τὸ τέλος 5.80 ὑπὲρ τῶν ἀλλοιωθησομένων εἰς στηλογραφίαν τῷ ∆αβὶδ εἰς διδαχήν, ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν Συρίαν Σωβὰ καὶ ἐπέστρεψεν Ἰωὰβ καὶ ἐπάταξε τὴν φάραγγα τῶν ἁλῶν δώδεκα χιλιάδας. δῆλον γὰρ ἂν εἴη διὰ τῶν εἰρημένων, ὅτι διδασκαλίαν τινὰ καὶ συμβουλὴν περιέχει ὁ λόγος εἰπὼν ὅτι Εἰς στηλογραφίαν τῷ ∆αβὶδ εἰς διδαχήν. οὐ γὰρ ἂν ἡ διδαχὴ προσέκειτο, μὴ πρὸς διδασκα λίαν τοῦ λόγου βλέποντος· ἡ δὲ Εἰς στηλογραφίαν τὸ δεῖν ἀνεξάλειπτόν τε καὶ ἐντετυπωμένον ἔχειν τῇ μνήμῃ τὸν λόγον ἐνδείκνυται, ὡς εἶναι στήλην μὲν τὸ μνημονικὸν τῆς ψυχῆς, τὰ δὲ ἐπὶ τῆς στήλης χαράγματα τὰ τῶν ἀγαθῶν ὑποδείγματα. ταῦτα δὲ ἦν ἡ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως τοῦ ∆αβὶδ ἀριστεία, δι' ὧν διπλοῦν γίνεται κατὰ τῶν πολεμίων τὸ πάθος, τῶν μὲν πυρὶ δαπανηθέντων, τῶν δὲ διὰ πληγῆς ἐν ἀφανισμῷ γενομένων. ἡ μὲν γὰρ μέση τῶν ποταμῶν Συρία διὰ τοῦ πυρὸς ἀναλίσκεται καὶ τὸ πρόσχωρον αὐτοῖς μέρος τῶν Σύρων, ὡσαύτως δὲ καὶ ἡ φάραγξ τῶν ἁλῶν ἐν πολλαῖς χιλιάσι καταφονεύεται· ἀλλὰ τὸ μὲν δι' ἀκριβείας τὴν ἱστορικὴν ἀκολουθίαν ἐκθέσθαι μακρὸν ἂν εἴη καὶ περιττὸν ἅμα. τί γὰρ ἂν γένοιτο πλέον ἡμῖν δι' ἀκολούθου τὴν ἔκθεσιν τῶν γεγονότων μαθοῦσιν; ἀλλὰ πρὸς τί φέρει τῆς