23
πρότερα, ἀλλ' ἀναπαυσαμένους ἀεὶ μένειν ἐπὶ τῆς ἀναπαύσεως δεῖ, καὶ ὅτι πάντων ἔσται λύσις τῶν δεινῶν. «πῶς βούλει με παύσασθαι ὡς θέλεις; διὰ τί μὴ ἀπῆλθον ἐντεῦθεν;» οὐχὶ ἐγκαλοῦντός ἐστι ταῦτα τὰ ῥήματα, ἀλλὰ διαποροῦντος καὶ τὸν θάνατον ἐπιθυμοῦντος μόνον. ὁμοθυμαδὸν δέ, φησίν, οἱ δι' αἰῶνος οὐκ ἤκουσαν φωνὴν φορολόγου. πάντων ἐστὶν ἀνώτερος ὁ θάνατος. οὐ μόνον οὐδέν ἐστιν ὑπομεῖναι δεινόν, ἀλλ' οὐδὲ μέχρις ἀκοῆς τὰ δεινὰ παραδέξασθαι. μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ. οὐδεὶς ἐξελθεῖν ἰσχύει τῆς τυραννίδος ἐκείνης, οὐ δοῦλος, οὐκ ἐλεύθερος. πάντα τὰ ἀνθρώπινα διαλέλυται, καὶ πλοῦτος καὶ ἀξιώματα. πολλὴ κατὰ τὸν παρόντα βίον ἡ ἀνωμαλία, πολλὴ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἡ ἐλευθερία. ἐπειδὴ γὰρ φρικτὸν τὸ πρᾶγμα ἐδόκει εἶναι, ἐμφιλοσοφεῖ τῷ θανάτῳ ὑπὸ τῆς συμφορᾶς δεικνὺς αὐτὸν τῆς ζωῆς ὄντα βελτίονα τοῖς ἐν ὀδύναις. «πολλὴ ἰσοτιμία», φησίν, «ἐκεῖ, οὐκ ἔστι φοβηθῆναι μεταβολὴν καθάπερ ἐνταῦθα. πᾶσιν ἀναγκαίως συμβαίνει, πάντων ὁμοίως κρατεῖ· κακῶν ἐστιν ἐμπόδιον, ταλαιπωρίας λύσις. τὰ δοκοῦντα εἶναι δεινὰ λέλυται.» ἵνα τί γάρ, φησίν, δέδοται τοῖς ἐν πικρίᾳ ψυχῆς φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; πάλιν ἐνταῦθα οὐκ ἐγκαλοῦντός ἐστι τὰ ῥή56 ματα, μὴ γένοιτο, ἀλλὰ ζητοῦντος καὶ ἀλγοῦντος. τὰ γὰρ μὴ μετὰ τῆς αὐτῆς διανοίας λεγόμενα οὐχ ὁμοίως ὑποληπτέον, ὥσπερ, ὅταν λέγῃ τις σοφός· ἵνα τί ὑπῆρξε χρήματα ἄφρονι;, οὐδὲν δηλοῦται ἐνταῦθα, ἀλλ' ἢ ὅτι ἀνάξιος ἦν. ἐντεῦθεν μανθάνομεν, ὅτι οὐχ ἡ ζωὴ μόνον, ἀλλὰ καὶ ὁ θάνατος χρησίμως γέγονεν, ὁπότε οὕτως ἐστὶ ποθεινός. οἳ ὁμείρονται, φησίν, τοῦ θανάτου καὶ οὐ τυγχάνουσιν. διὰ τοῦτό φησιν ὁ Ἐκκλησιαστής· καιρὸς τῷ παντὶ πράγματι, καὶ πάλιν· ὦ θάνατε, ὡς γλυκύ σου τὸ μνημόσυνον. ταῦτα δὲ λέγει, ἵν' ὅταν ἀκούσῃς τῆς γυναικὸς συμβουλευούσης αὐτῷ· εἶπόν τι ῥῆμα καὶ τελεύτα, μὴ νομίσῃς διὰ φιλοζωΐαν αὐτὸν μὴ εἰρηκέναι, ἀλλὰ δι' εὐσέβειαν. ὁ γὰρ οὕτω ποθεινὸν ἡγούμενος αὐτὸν καὶ μέγα τι νομίζων ἀγαθὸν παρὸν αὐτὸν εὑρεῖν οὐκ ἐτόλμησεν. θάνατος, φησίν, ἀνδρὶ ἀνάπαυσις. ἀπόφασίς ἐστιν αὕτη. εἰ τοίνυν ἀνάπαυσις, τίνος ἕνεκεν οὐκ ἐπιτρέχουσιν οἱ πολλοί; διὰ γὰρ τοῦτο ὁ θεὸς τὴν ζωὴν ἡμῖν ποθεινὴν ἐποίησεν, ἵνα μὴ ταχέως ἐπιτρέχωμεν τῷ θανάτῳ. οὗ ἡ ὁδός, φησίν, ἀπεκρύβη. ἐμοὶ δοκεῖ "τοῦ θανάτου" λέγειν, τινὲς δὲ "τοῦ ἀνθρώπου" φασίν. ὅτι γὰρ "τοῦ θανάτου" λέγει, δῆλον ἐκ τῶν προειρημένων καὶ τοῦ λέγειν· ἀνορύττοντες αὐτὸν ὥσπερ θησαυρόν, δηλονότι κεκρυμμένον. «ἄδηλον τὸ μέλλον», φησίν, «οὐχ εὑρίσκομεν ὁδόν.» μὴ γάρ μοι τοὺς ἀπαγχονιζομένους εἴπῃς· περὶ γὰρ τοῦ κατὰ φύσιν λέγει καὶ κατὰ πρόσταγμα τοῦ θεοῦ. 57 συνέκλεισε γάρ, φησίν, ὁ κύριος κατ' αὐτοῦ, κατὰ τὸ ἐν τῷ εὐαγγελίῳ εἰρημένον, ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται. ἵνα γὰρ μὴ λέγῃ τις· «τίνος οὖν ἕνεκεν οὐχ αἱρῇ τὸν θάνατον;», συνέκλεισεν, φησίν, ὁ κύριος κατ' αὐτοῦ· «αἱ πύλαι», φησίν, «κεκλεισμέναι εἰσίν.» εἶτα ἐκτραγῳδεῖ τὴν συμφοράν· 3,24a πρὸ γὰρ τῶν σίτων μου, φησίν, στεναγμὸς ἥκει μοι, 24b δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. «τὰ παρόντα, τὰ μέλλοντα θρηνῶ. ὁ καιρὸς τῆς τροφῆς καιρὸς ἐμοὶ δακρύων.» ψωμιεῖς γάρ με, φησίν, ἄρτον δακρύων. 3,25a φόβος γὰρ ὃν εὐλαβούμην ἦλθέ μοι 25b καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ὁρᾷς φιλοσοφίαν ἀνδρός; οὐ κατ' ἐκεῖνον τὸν ἐν τῷ ψαλμῷ λέγοντα· οὐ μὴ σαλευθῶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἄνευ κακοῦ οὐδὲ κατ' ἐκεῖνον τὸν λέγοντα· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, ἀλλ' ἀνθρώπινον εἶχεν ἀεὶ λογισμὸν τοσαύτης ἀπολαύων εὐημερίας καὶ τὰ ἐναντία καθ' ἑκάστην προσδοκῶν ἡμέραν. ὅθεν οὐδὲ ὡς ἀκαίρως αὐτῷ ἐπελθόντα χαλεπῶς ἤνεγκεν, ἀλλ' ἐγγυμνασάμενος καὶ ἐμμελετήσας τῇ προσδοκίᾳ καὶ τῇ ἐλπίδι καλῶς ἐγεγύμναστο. 3,26a οὔτε εἰρήνευσα, φησίν, οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην· 26b ἦλθε δέ μοι ὀργή. οὐ περὶ τῶν προτέρων λέγει, ἀλλὰ περὶ τῶν παρόντων νῦν, τουτέστιν· «φόβου, πολέμου καὶ ταραχῆς ἐμπέπλησμαι», φησίν, «αὐτὸς ἐμαυτῷ πολεμῶν.» τῶν ἔξωθεν συνεχόντων αὐτὸν δεινῶν ὁ τῶν λογισμῶν πόλεμος