23
γὰρ ἀναγκαῖον τοῦτό ἐστι, πάντως ὅτι μενῶ, καὶ οὐχ ἁπλῶς μενῶ, ἀλλὰ μεθ' ὑμῶν· τοῦτο γάρ ἐστι τὸ, Καὶ συμπαραμενῶ, τουτέστιν, Ὄψομαι ὑμᾶς. Τίνος ἕνεκεν; Εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως. Ἐνταῦθα αὐτοὺς καὶ διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς. Εἰ γὰρ δι' ὑμᾶς, φησὶ, μενῶ, ὁρᾶτε μὴ καταισχύνητέ μου τὴν παραμονήν. Μέλλων Χριστὸν ὁρᾷν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ μένειν. Ἐπειδὴ ἡ ἐμὴ παρουσία καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαρὰν, διὰ τοῦτο εἱλόμην μένειν. Τί οὖν; Φιλιππησίων ἕνεκεν ἔμενε μόνων; Οὐκ ἐκείνων ἕνεκεν ἔμενε μόνων· λέγει δὲ τοῦτο, ἵνα αὐτοὺς θεραπεύσῃ. Πῶς δὲ ἦν τῇ πίστει προκόψαι; Ὥστε στηριχθῆναι μᾶλλον ὑμᾶς, καθάπερ νεοττοὺς δεομένους τῆς μητρὸς, ἕως ἂν αὐτοῖς παγῇ τὰ πτερά. Πολλῆς ἀγάπης τοῦτο τεκμήριον. Οὕτω καὶ ἡμεῖς τινας διεγείρομεν, ὡς ὅταν εἴπωμεν· ∆ιὰ σὲ ἔμεινα, ἵνα σε ποιήσω χρηστόν. Ἵνα τὸ καύχημα ὑμῶν, φησὶ, περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ὁρᾷς ὅτι τὸ, Συμπαραμενῶ, τοῦτό ἐστιν; Ὅρα τὴν ταπεινοφροσύνην· Ἐπειδὴ εἶπεν, Εἰς τὴν ὑμῶν προκοπὴν, δείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. Ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ, λέγων· Τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν· εἰπὼν πρῶτον, Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Τί δέ ἐστιν, Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ; Ὅπερ καὶ τὸ καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει (τοῦτο γάρ ἐστι καύχημα ἐν Χριστῷ), τὸ ὀρθῶς βιοῦν. Τὸ ὑμῶν καύχημα ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς; Ναὶ, φησί. Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστε, καθάπερ ἡμεῖς ὑμῶν· τουτέστιν, Ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως. Πῶς; Ἵνα περισσεύῃ τὸ καύχημα ὑμῶν. Μειζόνως γὰρ ἔχω 62.208 καυχᾶσθαι, ὑμῶν ἐπιδόντων. ∆ιὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Τί οὖν; ἦλθε πρὸς αὐτούς; Τοῦτο ζητεῖτε, εἰ ἦλθε. Μόνον ἀξίως, φησὶ, τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Ὁρᾷς ὅτι διὰ τοῦτο εἶπε πάντα, ἵνα εἰς τοῦτο αὐτοὺς προτρέψῃ ἐπιδοῦναι πρὸς ἀρετήν; Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Τί ἐστι τὸ, Μόνον; Τοῦτό ἐστι τὸ ζητούμενον μόνον, καὶ οὐδὲν ἄλλο· ἂν τοῦτο ᾖ, οὐδὲν λυπηρὸν ἡμῖν συμβήσεται. Ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν. Οὐχ ὡς μεταθέμενος, οὐδὲ ὡς οὐκέτι ἥξων, ταῦτα λέγει· Ἀλλ' ἐὰν τοῦτο γένηται, φησὶ, καὶ ἀπὼν εὐφραίνεσθαι δύναμαι. Ἐὰν ἀκούσω, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ. γʹ. Τοῦτό ἐστιν ὃ μάλιστα συγκροτεῖ τοὺς πιστοὺς, καὶ τὴν ἀγάπην συνέχει· διὰ τοῦτο, Ἵνα ὦσιν ἓν, φησὶν ὁ Χριστός. Καὶ γὰρ Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν, οὐ σταθήσεται. ∆ιὰ τοῦτο πολλὴν ὑπὲρ ὁμονοίας ποιεῖται πανταχοῦ τὴν συμβουλὴν, καὶ ὁ Παῦλος· διὰ τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Τουτέστι, Μὴ εἰς τὴν προσδοκίαν τὴν ἐμὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶντες ἥξειν· εἶτα, ἐπειδὰν ἴδητε μὴ ἐρχόμενον, ἐκλυθῆτε. Καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναμαι ὁμοίως. Τί ἐστιν, Ἐν ἑνὶ πνεύματι; Τουτέστι, τῷ αὐτῷ χαρίσματι, τῷ τῆς ὁμονοίας, τῷ τῆς προθυμίας. Ἓν γάρ ἐστι τὸ πνεῦμα, καὶ δείκνυσι τοῦτο, τὸ πολλαχοῦ οὕτως εἰρῆσθαι. Οὕτω γὰρ ἔστι καὶ ἐν μιᾷ ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦμα οἱ πάντες ἔχωμεν. Ἰδοὺ τὸ, Μιᾷ, ἐπὶ ὁμονοίας εἴρηται· ἰδοὺ πολλαὶ μία λέγονται. Οὕτως ἦν τὸ παλαιόν· Ἦν ἡ καρδία πάντων, φησὶ, καὶ ἡ ψυχὴ μία. Συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου. Ἆρα ὡς τῆς πίστεως ἀθλούσης, συναθλοῦντες, φησὶν, ἀλλήλοις; πῶς ἂν ἔχοι λόγον; μὴ γὰρ πρὸς ἀλλήλους ἐπάλαιον; Ἀλλὰ ὃ λέγει, τοῦτό ἐστι· Συμπαραλαμβάνετε ἀλλήλους, φησὶν, ἐν τῇ ἀθλήσει τῇ πίστει τοῦ Εὐαγγελίου. Καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς μὲν