23
ἀνακτήσασθαι τὴν ἀπολομένην ἡμῖν οἰκειότητα τοῦ Θεοῦ καὶ τὸ ἀπαρρησίαστον ἡμῶν εἰς παρρησίαν μεταθεῖναι, ἡ τοῦ Κυρίου καθέστηκε σωματικὴ γέννησις, ἁγιάσασα ἡμῶν τὸν τόκον, ἵνα μηκέτι ἐν ἀνομίαις συλλαμβανώμεθα καὶ ἐν ἁμαρτίαις ὑπὸ τῶν μητέρων ἡμῶν κυισκώμεθα, ἀλλ' ἔχωμεν ἡγιασμένην γέννησιν Χριστοῦ διὰ τῆς οἰκείας γεννήσεως τὸν ἀνθρώπινον τόκον εὐλογήσαντος· καὶ μάρτυς τῆς τοιαύτης εἰς ἀνθρώπους φιλοτιμίας ὁ θεῖος ἀπόστολος γράφων ἐπεὶ τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν. τῆς πρώτης οὖν λυθείσης σφραγῖδος, εἶδόν φησιν ἐφ' ἵππου τινὰ λευκοῦ προστρεπόμενον ἐλθεῖν ἐκ τῶν νοερῶν ἐκείνων ἁγίων ζώων, τόξον ἔχοντα, καὶ ἐδόθη αὐτῷ στέφανος, καὶ ἐξῆλθε νικῶν, ἵνα νικήσῃ. ὁ μὲν λευκὸς ἵππος σύμβολον εὐαγγελισμοῦ τυγχάνει, ὡς εὐεργεσίας πραχθησομένης τοῖς ἀνθρώποις. ὁ δέ γε στέφανος κράτος καὶ νίκην αἰνίττεται. ἐξῆλθε δὲ Χρίστῳ κομίζων τὸν στέφανον, ὡς ἀρξαμένῳ νικᾶν τὸν καταδουλωσάμενον ἡμῶν τὸ γένος διάβολον. ἐξῆλθε δέ φησιν ἵνα ὁ νικῶν νικήσῃ. Χριστὸς δὲ ἦν ὁ νικῶν, ὅπως τέλεον νικήσῃ, καὶ τὸ σύμβολον αὐτῷ τῆς νίκης ἐκόμιζε τὸν στέφανον. αὕτη μὲν ἡ πρώτη. δευτέρα δὲ εἰς ἡμᾶς εὐεργεσία Χριστοῦ, ἥτις τὴν δευτέραν ἔλυσε τοῦ βιβλίου σφραγῖδα, καὶ προσέθηκε λῦσαι μὲν ἡμῶν τὴν αἰσχύνην, ἐπαναγαγεῖν δὲ ἡμῖν τὴν θείαν ἐποψίαν· τῷ πειρασθῆναι τὸν Κύριον καὶ νικῆσαι τὸν πειράζοντα ἵνα εἰδείη μὴ μόνον νικῶν, ἀλλὰ καὶ ἡττημένος ὁ ἀλητήριος· μὴ δὲ δάκνων πτέρναν ἱππέως καὶ ὑποσκελίζων ἡμῶν τὰ κατὰ Θεὸν 85 διαβήματα, ἀλλὰ καὶ ὀπίσω πίπτων καὶ πεμπόμενος δουλοπρεπῶς καὶ ἀκούων ὑπὸ ἀνθρώπου ὃν κατεπάλαισεν, εἰ καὶ Θεὸς ἦν ἐν αὐτῷ, ὕπαγε σατανά, καὶ μετ' αἰσχύνης ἀπιών, καὶ νῦν πρῶτον γινώσκων τὴν ἑαυτοῦ ἀσθένειαν, ὁ ἐπάνω τῶν νεφελῶν θεῖναι τὸν αὐτοῦ θρόνον μεγαλαυχῶν, καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ φανταζόμενος κατὰ τὴν Ἡσαΐου προσωποποιΐαν. οὗ γενομένου, ἐξῆλθεν ἵππος πυρρός, προτραπεὶς ὑπό τινος τῶν ἁγίων ζώων· καὶ τῷ καθημένῳ φησὶν ἐπὶ τοῦ ἵππου, ἐδόθη ἐξουσία λαβεῖν τὴν εἰρήνην ἀπὸ τῆς γῆς, ἵνα ἀλλήλους σφάξωσι· καὶ ἐδόθη αὐτῷ μάχαιρα μεγάλη. ὁ πυρρὸς ἵππος αἵματος αἴνιγμα τυγχάνει· διὸ καὶ τῷ καθημένῳ ἐπ' αὐτοῦ μάχαιρα δέδοται, ἐφ' ᾧ τε τὴν εἰς τὸ κακὸν ὁμόνοιαν τῶν ἐπὶ γῆς διελεῖν καὶ κατατεμεῖν. ὁμόνοια δὲ ἦν αὐτοῖς πρὸς εἰδωλολατρείαν καὶ ἵνα φησὶν ἀλλήλους σφάξωσιν· τουτέστιν ἀλλήλων ἀνέλωσιν, τὰς ἐπὶ τὸ χεῖρον σπονδάς· οὐ γὰρ ἦλθεν ὁ Κύριος βαλεῖν εἰρήνην ἐπὶ τῆς γῆς, ἀλλὰ μάχαιραν· καὶ ἐπαναστῆσαι υἱὸν κατὰ πατρός, καὶ νύμφην κατὰ πενθερᾶς· τὰ νέα καὶ θεοσεβῆ τοῖς ἀρχαίοις καὶ κατεγνωσμένοις. καὶ ὅτε ἤνοιξέ φησι τὴν σφραγῖδα τὴν τρίτην ἤκουσα τοῦ τρίτου ζώου λέγοντος· ἔρχου. καὶ εἶδον, καὶ ἰδοὺ ἵππος μέ λας· καὶ ὁ καθήμενος ἐπ' αὐτόν, ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. καὶ ἤκουσα φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγοντος· χοῖνιξ σίτου δηναρίου· καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου· καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσης. καὶ ὅτε ἤνοιξέ φησι τὴν σφραγῖδα τὴν τετάρτην, ἤκουσα τὸ 86 τέταρτον ζῶον λέγον· ἔρχου. εἶδον, καὶ ἰδοὺ ἵππος χλω ρός, καὶ ὁ καθήμενος ἐπάνω, ὄνομα αὐτῷ Θάνατος, καὶ ὁ Ἅδης ἀκολουθήσει μετ' αὐτοῦ, καὶ ἐδόθη αὐτοῖς ἐξουσία ἐπὶ τὸ τέταρτον τῆς γῆς, ἀποκτεῖναι ἐν ῥομφαίᾳ καὶ ἐν λιμῷ καὶ ἐν θανάτῳ καὶ ὑπὸ τῶν θηρίων τῆς γῆς. τρίτη εἰς ἡμᾶς ἐλεημοσύνη Χριστοῦ τὴν τρίτην ἔλυσε σφραγῖδα, καὶ προσήγαγεν ἡμᾶς τῷ Θεῷ καὶ Πατρὶ ἀποστροφὴν κατακριθέντας. ἡ δέ ἐστιν ἡ σωτηρίος αὐτοῦ διδασκαλία, καὶ αἱ διὰ τῶν θεοσημειῶν εὐεργεσίαι· αὗται γὰρ ἐπίδοσιν ἐποιήσαντο τῆς τοῦ ∆ιαβόλου καταλύσεως· ἔγνωμεν γὰρ δι' αὐτῶν, τίς ὁ φύσει καὶ ἀληθῶς Θεός, ἵνα μὴ ὦμεν νήπιοι κλυδωνιζόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας· καὶ ἐκεῖνα σεβώμεθα ἃ αἱ χεῖρες ἡμῶν ἐποίησαν, τοὺς φθοροποιοὺς δαίμονας, ἀνταλλαξάμενοι τῆς δοξῆς τοῦ Θεοῦ. ἡ γὰρ θεία τοῦ Κυρίου διδασκαλία εἰς ἑαυτὴν εἵλκυσεν, ὥσπερ ζύμη ἄλευρον, τοὺς μαθητευομένους, κατὰ τὴν τοῦ Κυρίου φωνὴν, καὶ τῶν θαυμάτων ἀπολαύοντας, ἅπερ τὰς ψυχὰς μᾶλλον