1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

23

χρόνῳ μὲν γὰρ εὐκαταφρόνητον γέγονε, καὶ ἡ γνῶσις τῆς ἐργασίας ἀφῄρηται τῶν εὑρηκότων τὴν εὐφημίαν. Εἰ δέ τις ἀκριβῶς ἕκαστον σκοπῆσαι θελήσειε, σφόδρα ἂν καὶ ταύτην τὴν τέχνην θαυμάσειεν. Τὰ γὰρ ἔρια κειρόμενα, καὶ τοῖς ὕδασι καθαιρόμενα, διαξαίνεται μὲν πρῶτον, καὶ εἰς λεπτὰ διαιρεῖται, εἶτα τὸ κάταγμα μήρυμα γίνεται· ἔπειτα, ἡ ταλασιουργία λαβοῦσα, τὸ μὲν ἀκραιφνὲς καὶ οἱονεὶ εὐθείας ἔχον τὰς ἶνας, τῶν λοιπῶν ἀποκρίνει· καὶ τὰ λοιπὰ δὲ συντιθεῖσα, κρόκην κατασκευάζει τῷ στήμονι. Εἶτα γυναικῶν χεῖρες λαβοῦσαι, τὰ λεπτὰ νήθουσι νήματα, καὶ ταῦτα πρότερον, οἷόν τινας χορδὰς, κατὰ τάξιν ἐν τοῖς ἱστοῖς διατείνασαι, ἐμβάλλουσι μὲν τὴν κρόκην, ταῖς δὲ κερκίσι τοὺς στήμονας διακρίνασαι, καὶ τῶν ἐμβεβλημένων μηρίνθων, τὰς μὲν χαλῶσαι, τὰς δὲ τείνουσαι, εἶτα τοῖς εἰς τοῦτο συντεθημένοις ὀργάνοις οἷον ὠθοῦ σαι καὶ πιλοῦσαι τὴν κρόκην, οὕτως ἀποτελοῦσι τὸ ὕφασμα. Τίς ἂν πρὸς ἀξίαν τὴν δοθεῖσαν σοφίαν τῷ ζώῳ θαυμάσειε; Πῶς ἑνὶ χρώματι τῶν ὑποκειμέ νων, ἐρίων ἢ σηρικῶν νημάτων, παντοδαπῶν ζώων ἐνυφαίνονται τύποι, καὶ ἀνθρώπων ἰνδάλ ματα, τῶν μὲν θηρευόντων, τῶν δὲ προσευχομένων, καὶ δένδρων εἰκόνες, καὶ ἕτερα ἄλλα μυρία. Ἀλη 83.620 θῶς αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, τὰ το σαύτης ἀξιωθέντα σοφίας, τὰ τοσούτοις ἀγαθοῖς ἐν τρυφῶντα. Τίς τὸν θαλάττιον ἰχθὺν βαφὴν τοῖς ἐρίοις ἀπέφηνε; τίς πάλιν ταύτης τῆς τέχνης εὑρετὴς ἐγένετο, καὶ εἰς μυρία χρωμάτων εἴδη μεταμφιέν νυσι τῶν ἐρίων τὸ εἶδος; Ἀλλ' ἴσως ἀχαριστίαν νοσῶν φήσεις, λεπτότερα νήθειν τῶν ἀνθρώπων καὶ σκώληκας νήματα. Ἀλλὰ καὶ τοῦτο τῆς θείας ἔρ γον κηδεμονίας. Ἵνα γὰρ μὴ μεγαλοφρονῇς ἐπὶ τῇ τῶν παντοδαπῶν τεχνῶν σοφίᾳ, μηδὲ νεανιεύῃ τῷ πλήθει τοῦ πλούτου, διὰ σκωλήκων ὁ κηδεμών σε παιδεύει, ὡς οὐ τῆς σῆς ἐστι ταῦτα δυνάμεως, ἀλλὰ τῆς θείας φιλανθρωπίας τὰ δῶρα. Οὕτω δέ σε παιδ αγωγῶν, παραμυθεῖται πάλιν, ἵνα μὴ ἀλγῇς ὑπ' ἐκείνων νικώμενος, σοὶ προσφέρων ἐκεῖνα τὰ νή ματα, καὶ τοῖς σοῖς ὑποτάττων ζυγοῖς τὸν ἐκείνων ἐργάτην. Σὺ μόνος ἐξ ἁπάντων τῶν ζώων πόλεις εἰς κάλλος ᾠκοδόμησας, καὶ πύργοις, καὶ περιβόλοις ὠχύρωσας, καταγωγίων δὲ καὶ οἰκητηρίων ἐδο μήσω κάλλη, καὶ τοῖς λιμέσι θάλατταν τῇ ἠπεί ρῳ συνέζευξας. Ἐπειδὴ δὲ θνητὸν ὁ Ποιητής σε κατὰ τὸν παρόν τα βίον πεποιηκὼς, ᾔδει σε καὶ ἀῤῥωστίαις περιπε σούμενον (τὸ γὰρ θνητὸν πάθεσι συγκεκλήρωται), ἐδίδαξέ σε καὶ τέχνην ἰατρικὴν, καὶ τήνδε τὴν ἐπι στήμην τοῖς πάθεσιν ἀντεστράτευσεν. Ἐντεῦθεν μεμάθηκας τῶν μὴ φαινομένων παθημάτων εἰδέναι διαφορὰν, καὶ τῇ κινήσει τῶν σφυγμῶν, πυρετῶν ἐπιτάσεις καὶ ἀνέσεις γνωρίζειν, καὶ εἰσβολῆς, καὶ ἀκμῆς, καὶ παρακμῆς ἐπιγινώσκειν καιρὸν, καὶ θανάτου προορᾷν γνωρίσματα, καὶ τῆς ἐνοχλούσης ὕλης τὸ εἶδος γνωρίζειν, καὶ ταύτῃ προσφέρειν τὰ πολεμεῖν πεφυκότα, καὶ τὴν μὲν ὑγρὰν ξηραίνειν, τὴν δὲ θερμὴν καταψύχειν, ἐκπυροῦν δὲ καὶ ἐκθερ μαίνειν τὴν ἐψυγμένην, ἐκφορεῖν δὲ τὴν πλημμυ ροῦσαν, ἢ ἐμετικοῖς, ἢ προωστικοῖς φαρμάκοις, ἢ τῇ τομῇ τῶν φλεβῶν. Καὶ τίς ἂν ἐφίκοιτο λόγος, ἢ τοῦ πλήθους τῶν παθημάτων, ἢ τοῦ πλήθους τῶν ἰαμάτων; Πολλὰ μὲν γὰρ τὰ τῇ φύσει τοῦ σώματος πολεμοῦντα, πολλαπλάσια δὲ τὰ τούτων ἀλεξιφάρ μακα. Πολλὰ γὰρ ἐφεῦρεν ἡ τέχνη ἑκάστῳ πάθει πολεμεῖν πεφυκότα. Τούτου χάριν ὁ Ποιητὴς, καὶ βοτάνας πολλὰς, οὐκ ἐδωδίμους μόνον, ἀλλὰ καὶ ἀχρήστους εἰς ἐδωδὴν, τῇ γῇ βλαστῆσαι προσέταξεν, ἐπειδήπερ οὐ μόνης τροφῆς, ἀλλὰ καὶ θεραπείας ἐνδεεῖς ἐσμεν οἱ ἄνθρωποι. Τούτων τοιγαροῦν τὰς μὲν ἡμεῖς ὀψοποιούμεθα, τὰς δὲ τῶν ἀλόγων ἐσθίει τὰ ποηφάγα, τὰς δὲ ἰατρῶν συλλέγοντες παῖδες, τὰ ἀλεξίκακα κατασκευάζουσι φάρμακα, καὶ τὸ εἰς ἐδωδὴν ὀλέθριον, ἀλεξίκακον γίνεται φάρ μακον. Μηδὲ ταῦτά σε τοιγαροῦν εἰς κατηγορίαν τῆς Προνοίας κινείτω. Τούτων γὰρ ἕκαστον εἰς εὐ φημίαν τῶν εὐγνωμόνων τὴν γλῶτταν