24
ἐπιτηδεύμασι διαφθείρεται, κἂν ὁμολογεῖν δοκῇ. Θεὸν γὰρ, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ὧν οὕτως ἐχόντων, καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως λογίζομαι εἶναι δεῖν ἐπὶ τῶν τοιούτων διάφορον. Ὁ μὲν γὰρ εὐλαβὴς οἱονεὶ τοπικοῦ τινος χρῄζει τοῦ βοηθήματος, καὶ περὶ αὐτὸ τὸ πρᾶγμα, εἰς ὃ ἐσφάλη, τὴν ἐπιτίμησιν ὑποστῆναι ὀφείλει· ὁ δὲ ἀδιάφορος, ὅλον ὁμοῦ τὸ ψυχῆς καλὸν διαφθείρας, καὶ αὐτὰ τὰ τῶν κακῶν καθολικώτερα νοσῶν, ἢ ὡς καταφρονητὴς, ὥσπερ εἶπον. ἢ ὡς ἄπιστος, καὶ πενθεῖσθαι, καὶ νουθετεῖσθαι, καὶ ἐπιτιμᾶσθαι ὀφεί λει, μέχρις ἂν πληροφορηθῆναι δυνηθῇ, ἢ ὅτι ὁ Θεὸς κριτὴς δίκαιος, καὶ φοβηθῇ, ἢ ὅτι ὅλως ἔστι Θεὸς, καὶ καταπλαγῇ. Κἀκεῖνο δὲ εἰδέναι χρὴ, ὅτι τὰ ἐλατ τώματα τῶν εὐλαβῶν γίνεται πολλάκις καὶ κατ' οἰ κονομίαν πρὸς τὸ συμφέρον· τοῦ Θεοῦ συγχωροῦντος ἐνίοτε ὀλισθῆσαι εἰς θεραπείαν ἐπάρσεως προ λαβούσης, οἷόν ἐστι τὸ ὑπὸ τοῦ Πέτρου εἰρημένον, καὶ ἐπ' αὐτοῦ γεγενημένον. 31.1141
ΕΡΩΤΗΣΙΣ ΠΒʹ. Ἐπειδὴ γέγραπται, «Πρεσβυτέρας ὡς μητέρας,» ἐὰν συμβῇ τὴν πρεσβυτέραν ἁμαρτῆσαι τὸ αὐτὸ τῇ νεωτέρᾳ, εἰ τῷ αὐτῷ ὑπόκειται ἐπι τιμίῳ. ΑΠΟΚΡΙΣΙΣ. Ὁ μὲν Ἀπόστολος πρεσβυτέρας ὡς μητέρας τι μᾷν, ὡς οὐκ ἐπιτιμήσεως ἄξιόν τι ποιούσας, ἐδίδα ξεν· εἰ δὲ συμβαίη ποτὲ τὴν πρεσβυτέραν τὸ αὐτὸ ἁμαρτῆσαι τῇ νεωτέρᾳ, καταμανθάνειν δεῖ πρῶτον μὲν τὰ φυσικὰ, ἵνα οὕτως εἴπω, τῆς ἡλικίας ἐλατ τώματα· καὶ οὕτω τὸ προσῆκον ἑκατέρᾳ τῇ ἡλικίᾳ μέτρον τῆς ἐπιτιμήσεως ὁρίζειν. Οἷον φυσικόν ἐστι σχεδὸν τῷ γήρᾳ ὁ ὄκνος, οὐχὶ δὲ καὶ τῇ νεότητι· ὥσπερ ὁ μετεωρισμὸς, καὶ ὁ τάραχος, καὶ ἡ θρα σύτης, καὶ ὅσα τοιαῦτα, τῇ νεότητι, οὐχὶ δὲ καὶ τῷ γήρᾳ· καὶ δοκεῖ βοηθεῖσθαι ὑπὸ τῆς ἐν τῇ νεότητι φυσικῆς θερμότητος. Ὥστε τὸ αὐτὸ ἁμάρτημα, ὁ ὄκνος, εἰ τύχοι, βαρυτέρων ἐγκλημάτων ἄξιον τῇ νεωτέρᾳ γίνεται, οὐδὲν ὑπὸ παραιτουμένης τῆς ἡλικίας. Καὶ τὸ αὐτὸ ἁμάρτημα, ὁ μετεωρισμὸς, ἢ τὸ θράσος, ἢ ὁ τάραχος μείζονος ἀξίαν καταγνώ σεως τὴν πρεσβυτέραν ποιεῖ, βοηθουμένην καὶ ὑπ' αὐτῆς τῆς ἡλικίας πρὸς τὸ πρᾶον καὶ ἤρεμον. Πρὸς δὲ τούτοις καὶ τὸν τρόπον τοῦ ἁμαρτήματος χρὴ ἐξετάζειν ἐφ' ἑκατέρου προσώπου, καὶ οὕ τω τὸν ἁρμόζοντα τρόπον τῆς θεραπείας διὰ τοῦ οἰ κείου ἐπιτιμίου προσάγειν.
ΕΡΩΤΗΣΙΣ ΠΓʹ. Ἐάν τις, τὰ πολλὰ κατορθῶν, ἐν ἑνὶ μόνῳ διαπταίῃ, πῶς αὐτὸν παρέλθωμεν. ΑΠΟΚΡΙΣΙΣ. Ὡς τὸν Πέτρον ὁ Κύριος.
ΕΡΩΤΗΣΙΣ Π∆ʹ. Ἐάν τις, ἦθος ἔχων θορυβοποιὸν καὶ ταραχῶδες, καὶ ἐπὶ τούτῳ καταγινωσκόμενος, λέγῃ, ὅτι ὁ Θεὸς ἐποίησε τοὺς μὲν καλοὺς, τοὺς δὲ κακοὺς, εἰ καλῶς λέγει. ΛΠΟΚΡΙΣΙΣ. Τοῦτο τὸ φρόνημα πάλαι ὡς αἱρετικὸν κατεγνώ σθη· καὶ γὰρ βλάσφημόν ἐστι καὶ ἀσεβὲς, καὶ πρὸς ἁμαρτίαν εὐόλισθον τὴν ψυχὴν ἀπεργάζεται. Ὥστε ἢ διορθωθήτω, ἢ ἐξαρθήτω ἐκ μέσου, ἵνα μὴ γένηται· Μικρὰ ζύμη ὅλον τὸ φύραμα δολοῖ. 31.1144
ΕΡΩΤΗΣΙΣ ΠΕ. Εἰ χρὴ ἔχειν τι ἴδιον ἐν ἀδελφότητι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦτο ἐναντίον ἐστὶ τῆς ἐν ταῖς Πράξεσι περὶ τῶν πιστευσάντων μαρτυρίας, ἐν αἷς γέγραπται· Καὶ οὐδείς τι τῶν ὑπαρχόντων αὐτῷ ἔλεγεν ἴδιον εἶναι. Ὁ οὖν λέγων ἴδιόν τι εἶναι, ἑαυτὸν ἀλλότριον τῆς τοῦ Θεοῦ Ἐκκλησίας κατέστησε, καὶ τῆς τοῦ Κυρίου ἀγάπης, τοῦ διδάξαντος καὶ λόγῳ καὶ ἔργῳ τὴν ψυχὴν ἑαυτοῦ τιθέναι ὑπὲρ τῶν φίλων, οὐχ ὅτι γε τὰ ἐκτός.
ΕΡΩΤΗΣΙΣ Πʹ Ἐὰν δὲ λέγῃ τις, ὅτι Οὔτε λαμβάνω παρὰ τῆς ἀδελφότητος, οὔτε δίδωμι, ἀλλὰ τοῖς ἐμοῖς ἀρ κοῦμαι, τί πρὸς τοῦτον παραφυλάξομεν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὴ ἀνέχοιτο τῆς τοῦ Κυρίου διδασκαλίας εἰ πόντος, Ἀγαπᾶτε ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς, ἀνασχώμεθα τοῦ Ἀποστόλου εἰπόντος· Ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν· ἵνα μὴ γένη ται τὸ, Μικρὰ ζύμη ὅλον φύραμα δολοῖ.