1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

24

λέγηται δὲ καὶ πρόβατον καὶ φυτόν-καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν καὶ πρόβατον-, οὐ δύναται σωματικῶς ταῦτα εἶναι πάντα, ὥστε νοητὴ οὐσία ἐστίν. ἐὰν τοίνυν ἀκούῃς ἐπὶ ψυχῆς ἀκούεις καρδίαν, νόησιν, κοιλίαν, πηγήν, καὶ αὐτὴ γὰρ λέγεται καὶ φυτὸν καὶ πρόβατον μὴ ἐπὶ αἰσθήσεως λάμβανε. τὸ δοχεῖον τοίνυν τῆς ψυχῆς, ἐν ᾧ λαμβάνει τὰς πνευματικὰς τροφάς, κοιλία λέγεται. εἶτα ἐπεὶ καὶ γεννητική ἐστιν, πάλιν ἔχων ταύτην τὴν κοιλίαν ὁτὲ μὲν ὡς χωροῦσαν τροφὰς λαμβανομένην, ὁτὲ δὲ ὡς γεννῶσαν. οἶδας ὅτι ὁ κηρὸς ἐπακολούθημά ἐστιν τοῦ μέλιτος. ἡ σύνστασις προηγουμένως τοῦ μέλιτος γέγονεν, καὶ διὰ τὸ μέλι ὁ κηρός, οὐ διὰ τὸν κηρὸν τὸ μέλι. καὶ ὥσπερ ἐπὶ φυτοῦ οὐχ ὁ καρπὸς διὰ τὸ φύλλον, ἀλλὰ τὸ φύλλον διὰ τὸν καρπόν-φυλακτικὸν γάρ ἐστιν τοῦ καρποῦ-, οὕτω ὁ κηρὸς οὔκ ἐστίν τι προηγούμενον, ἀλλ' ἐπακολούθημα. ἐὰν οὖν ἡ ψυχὴ τὰς προηγουμένας ἔχῃ ἀρετάς, μέλι ἐστίν. ἐὰν δὲ τὰς ἑπομέναις αὐταῖς, παραμέμικταί τι ὑλικόν, κηρός ἐστιν. διὰ τοῦτο τοὺς ἁμαρτωλοὺς λέγει τήκεσθαι ὡς κηρὸν "ἀπὸ προσώπου πυρός". τὸ μέντοι μέλι ἐπαινετόν ἐστιν, προηγουμένη οὐσία ἐστίν, γλυκύτητα σημαίνει. ὥσπερ ἔχει τὸ γλυκαίνειν, ἔχει καὶ τὸ ἰατικόν. τὰ 35 προηγούμενα οὖν τῆς ψυχῆς ἀγαθὰ καὶ κινήματα καὶ ἐνεργήματα μέλιτι ἔοικεν, τὰ δὲ δεύτερα καὶ ἔχοντά τι παραμε μιγμένον τῶν αἰσθητῶν καὶ ὑλικῶν κηρός ἐστιν. τήκεται οὖν ποτε ὁ ἄνθρωπος, τὸ ὑλικόν ποτε ἀποπίπτει τῆς νοήσεως καὶ τῆς καρδίας, ὥστε τὸν νοῦν μηκέτι ἔχειν τι προσπεπλεγμένον, ἀλλὰ πάντῃ ἄϋλον εἶναι ὡς καὶ τὴν ἀρχὴν ὑπῆρκται. 16 ἐξηράνθη ὡς ὄστρακον ἡ ἰσχύς μου. ἡ ἰσχύς μου πᾶσαν νοτίδα καὶ πᾶσαν πιότητα ἀποβέβληκεν ὡς ὀστράκῳ παραβληθῆναι. δυνατὸν δὲ καὶ ἑτέρως εἰπεῖν· τὸ ἐν ἡμῖν πηλῶδες-ἴστε δὲ τί ἐστιν-ἐὰν μένῃ πηλός, παρεμπεσούσης ὑγρότητος διαλύεται. ὅταν δὲ ξηρότητα ἀναλάβῃ καὶ πᾶσαν τὴν ὑγρότητα τὴν ἔξωθεν ἐκ τῆς ὕλης ἀποβάλῃ, ξηραίνεται κατὰ τὸ ὄστρακον. ἕκαστον τῶν λαμβανομένων παραδειγμάτων κατά τι λαμβάνεται. τοῦτο δὲ πολλάκις εἴρηται· εἰ γὰρ ἐξ ὅλων λαμβάνοιτο, οὔκ ἐστιν παράδειγμα, ἀλλ' αὐτὸ ἐκεῖνο ὃ δεῖξαι βουλόμεθα. ψέγεται οὖν πολλάκις τὸ ὄστρακον διὰ τόνδε τὸν τρόπον· τὸ ἐξ ὀστράκου πεποιημένον σκεῦος συντριβὲν ἴασιν οὐ δέχεται, οὐ δύναται κολληθῆναι. κατ' ἄλλον δὲ τρόπον λέγω ὅτι τὸ ἐκ πηλοῦ κατασκευασθὲν ὅταν στομωθῇ διὰ πυρὸς καὶ καμίνου, ἀποβάλλει τὸ εὐμάλακτον, τὸ εὔθλαστον. "ἡ ἰσχύς μου" οὖν "ἐξηράνθη ὡσεὶ ὄστρακον". ἑκατέρως δὲ λαμβάνομεν αὐτό· οὐδεμίαν ἔτι ὑγρότητα ἔχει, οὐ πηλώδη κατάστασιν. δυνατὸν δὲ καὶ ἄλλως λαβεῖν ὅτι· πᾶσαν πικρότητα ἀπὸ τῆς πολλῆς προσούσης θλίψεως ἀποβέβληκεν. 16 καὶ ἡ γλῶσσά μου κεκόλληται τῷ λάρυγγί μου. ἔθος τῇ γραφῇ ἐστιν τὴν κόλλαν τῆς γλώσσης πρὸς τὸν λάρυγγα λέγειν τὴν σιωπήν. οὐκ ὄντων ἔτι τῶν ὄντων μου μελῶν καὶ περὶ ἐμὲ ὄντων καὶ ἀκροατῶν μου ὅπως μὴ δοκῶ κατὰ κενοῦ φέρειν τὸν λόγον, σεσιώπηκα, "κεκόλληται ἡ γλῶσσά μου τῷ λάρυγγί μου". οὐ κεκόλληται δὲ ὅτε διαλεγόμεθα. ἐν κινήσει τῆς γλώττης ὁ λόγος προφέρεται. ὅταν δὲ κολληθῇ τῷ λάρυγγι, σιωπή ἐστιν. ἡ σιωπὴ δὲ αὕτη οὐ παρὰ τὸν σιωπῶντα γίνεται, ἀλλὰ παρὰ τοὺς μὴ τυγχάνοντας ἀκροατάς. λέγει γοῦν ἐν ἑνὶ τῶν προφητῶν ἐν τῷ Ἀμώς· "πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". ἐὰν φεύγωσιν, ἐπιρίπτω σιωπήν, ὅπως μὴ δόξω προφέρειν τὴν διδασκαλίαν. καὶ τοῦτο δὲ ἓν τῶν βοηθημάτων ἐστίν. αὐτίκα γοῦν ἐν Ἰσαίᾳ ἐντέλλεται ταῖς νεφέλαις μὴ ῥεῖν ὑετὸν ὅταν ὁ ἀμπελὼν ἀντὶ σταφυλῆς ἀκάνθας φέρῃ, ὅταν μείναντος τοῦ ποτίζο̣ντος ἵνα ποιήσῃ δικαιοσύνην, ποιήσῃ ἀνομίαν. ἡ σταφυλή ἐστιν ἡ δικαιοσύνη, ἡ ἀνομία ἡ ἄκανθα. καὶ ἐπειδὴ ποτιζόμενος οὐ τοὺς καταλλήλους ἠγίοχεν καρπούς, ἀλλὰ μερίμνας, βιωτικὰς ἡδονάς, οὐκέτι λαλεῖ· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ οἱ φαῦλοι τὸν τρόπον ἐκ τῶν λόγων τῶν περὶ ἀρετῆς ἐπιτρίβονται, καταφρονεῖν αὐτῶν μανθάνουσιν. ποτὲ 36 γοῦν ἀνέχει τὸν ὑετόν. ὁ