1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

24

ἱστορικῆς μνήμης τὸ αἴνιγμα κρεῖττον οἶμαι δι' ὀλίγων προθεῖναι τῷ λόγῳ, ὡς ἂν γένοιτο ἡμῖν ἡ τοιαύτη στηλογραφία εἰς διδαχὴν τοῦ ἡμετέρου βίου. τί οὖν ἐστιν ὅ φημι; ὅλον τὸ ἔθνος Συρίαν ὠνόμασε, μερίζει δὲ τοῦτο εἰς δύο τμήματα ἕκαστον αὐτῶν ἰδίοις γνωρίσμασι σημειούμενος· ἡ μὲν γὰρ αὐτῶν Μεσοποταμία Συρίας λέγεται· ἡ δὲ ἑτέρα τοῦ 5.81 Σωβὰ Συρία κατονομάζεται· καταπίμπραται δὲ καὶ αὕτη καὶ αὕτη. καὶ μετὰ τοῦτο ἐξ ἐπιστροφῆς τοῦ ἀρχιστρατήγου ἡ φάραγξ τῶν ἁλῶν ἐν δυοκαίδεκα χιλιάσι τῷ θανάτῳ κατα δικάζεται· οὐκοῦν νοήσωμεν ὅτι διπλοῦν ἐστι τῆς Συρίας τὸ εἶδος. οἱ μὲν γὰρ αὐτῶν εἰσι τοῖς ποταμίοις ῥεύμασιν ἐν κύκλῳ διειλημμένοι· αὐτοὶ δ' ἂν εἶεν οἱ τοῖς παθήμασι πανταχόθεν περιρρεόμενοι. οἱ δὲ ἀντίκεινται τῷ Σωβὰ διὰ τοῦ ὀνόματος τούτου τὴν τῆς ἀντικειμένης δυνάμεως τυραννίδα τοῦ λόγου σημαίνοντος· οὐκοῦν αὕτη γένοιτο ἂν ἡμῖν τῆς πρὸς τὸ κρεῖττον ἀλλοιώσεως ἡ ὁδός, εἰ τῷ καθαρσίῳ πυρὶ τὸ διπλοῦν τοῦτο τῆς κακίας ἔθνος ἀφανισθείη· ὡς γὰρ ἡ ἀρετὴ βίῳ καὶ διανοίᾳ χαρακτηρίζεται, οὕτω καὶ ἡ κακία τοῖς δύο τούτοις ἐνθεωρεῖται· καὶ ἡ μὲν κατὰ τὸν βίον ἀταξία, ᾗ τὰ τῶν παθῶν ῥεύματα κύκλῳ τὴν ψυχὴν διαλαμβάνει, ἡ τῶν ποταμῶν λέγεται μέση, ἡ δὲ διὰ τῶν πονηρῶν δογμάτων ἀνακειμένη τῷ ἄρχοντι τοῦ κόσμου Σωβὰ Συρίας κατονομάζεται· ὧν τῷ καυστικῷ τε καὶ καθαρσίῳ λόγῳ δαπανηθέντων ἕπεται τὸ τὴν ἄγονόν τε καὶ ἁλμῶσαν γῆν, ἥτις στρατόπεδόν ἐστι τῶν ἀντικειμένων δυνάμεων, τῇ τοῦ ἀρχιστρατήγου πληγῇ παταχθῆναι· οὐ γὰρ ἂν γένοιτο ἡμῖν ἡ κατὰ τῶν ἐχθρῶν νίκη, μὴ τοῦ ἄρ χοντος τῶν στρατιῶν ὑπερσχόντος τῇ χειρί. τῇ δὲ τῶν πολεμίων ἀπωλείᾳ εἰρήνη κατὰ τὸ ἀκόλουθον ἕπεται· καὶ τοῦτό ἐστι τὸ ἀκόλουθον τῆς νίκης, πρὸς ὃ βλέπουσα ἡ ἐπιγραφὴ ἐνστηλιτεύει ταῖς μνήμαις ἡμῶν τὴν πρὸς τὸ ἀλλοιωθῆναι ὑφήγησιν διὰ τῶν ἱστορικῶν ὑποδειγμάτων 5.82 τὴν ἀπαλλαγὴν τῶν παθημάτων ὑποδεικνύουσα. μᾶλλον δ' ἂν ἡμῖν φανερὸν γένοιτο τὸ κατὰ τὴν ἀλλοίωσιν μάθημα, εἰ τοῖς λοιποῖς τῶν ἑρμηνέων ἀκολουθήσαιμεν, ὧν ὁ μὲν τὸ Ὑπὲρ τῶν ἀνθῶν, ὁ δὲ Ὑπὲρ τῶν κρίνων, ἀντὶ τῆς ἀλλοιώσεως τῷ λόγῳ προσέγραψεν. τό τε γὰρ ἄνθος ἐνδεί κνυται τοῦ χειμῶνος τὴν εἰς ἔαρ μεταβολήν, ὅπερ σημαίνει τὴν ἀπὸ κακίας εἰς τὸν κατ' ἀρετὴν βίον μετάστασιν. ἥ τε τοῦ κρίνου ὄψις πρὸς ὅ τι χρὴ γενέσθαι τὴν ἀλλοίωσιν διερμηνεύει· ὁ γὰρ δι' ἀλλοιώσεως λαμπρὸς γινόμενος δηλονότι ἐκ μέλανός τε καὶ ἐσκοτισμένου λαμπρόν τε καὶ χιονῶδες εἶδος μεταλαμβάνει. κατὰ πᾶσαν τοίνυν ἐπιγραφήν, ᾗ τὸ ὑπὲρ τῶν ἀλλοιωθησομένων προσγέγραπται, ταύτην οἶμαι δεῖν δέχεσθαι τὴν συμβουλὴν παρὰ τοῦ λόγου, τὸ δεῖν ἀεὶ διὰ προσευχῆς τε καὶ ἐπιμελείας τοῦ βίου κτήσασθαι τὴν ἐπὶ τὸ κρεῖττον ἀλλοίωσιν.

ΚΕΦΑΛΑΙΟΝ Εʹ

Ἡ δὲ ὑπὲρ τῶν κρυφίων ἐπιγραφὴ τὸ περὶ τὴν θεογνωσίαν ἀκριβὲς

κατορθοῦν ὑποτίθεται. ἐπειδὴ γὰρ τὸ ἔσχατον πτῶμά ἐστι ψυχῆς ἡ διημαρτημένη περὶ τὸ θεῖον ὑπόληψις (τί γὰρ ἄν τις ἀπόναιτο τῶν ἀγαθῶν αὐτὸ τὸ ἀγαθὸν οὐκ ἔχων;), τούτου ἕνεκεν οἷόν τινα λύχνον σοι προτείνει ἡ ἐπι γραφὴ τὸν ἐρευνητικὸν τῶν κρυφίων τῆς θεογνωσίας λόγον, ἧς κεφάλαιόν ἐστιν ἡ εἰς τὸν υἱὸν πίστις. οὕτω γάρ φησιν καὶ ἡ ἐπιγραφή, ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ. κρύφιον γὰρ ὡς ἀληθῶς ἐκεῖνό ἐστιν τὸ ἀκατανόητόν τε καὶ ἀόρατον 5.83 καὶ πάσης ὑπερκείμενον καταληπτικῆς ἐπινοίας, ᾧπερ ὁ προσεγγίσας διὰ τῆς πίστεως εἰς τὸ τῆς νίκης ἔφθασε τέλος. ὁ δὲ Ὑπὲρ τῆς κληρονομούσης λόγος δῆλός ἐστιν. ὑπὲρ γὰρ τῆς ψυχῆς τῆς τοῦ ἰδίου κλήρου ἀποπεσούσης, ὅτε ἐπέδυ τῷ τὴν ἐντολὴν παραβεβηκότι ὁ ἥλιος, τὴν ἔντευξιν ταύτην προσάγει τῷ θεῷ ὁ προφήτης, ἵνα ἐν πρωΐᾳ γένηται πάλιν ἀποθεμένη τὸ σκότος καὶ τῆς γλυκείας ἐκείνης φωνῆς ἀξία γένηται, ἥ φησι πρὸς