1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

24

ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα. Ἐάν τις οὖν ἐκκαθάρῃ ἑαυτὸν ἐκ τούτων, ἔσται σκεῦος εἰς τιμὴν ἡγιασμένον, καὶ εὔχρηστον τῷ δεσπότῃ εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. Μὴ τοίνυν ἀμελῶμεν τῆς κτήσεως τῶν 48.994 βιβλίων, ἵνα μὴ περὶ τὰ καίρια δεξώμεθα τὴν πληγὴν, μηδὲ χρυσίον κατορύττωμεν, ἀλλὰ βιβλία θησαυρίζωμεν ἑαυτοῖς πνευματικά. Τὸ μὲν γὰρ χρυσίον, ὅταν γένηται πλέον, τότε μάλιστα ἐπιβουλεύει τοῖς κεκτημένοις· τὰ δὲ βιβλία ἀποκείμενα πολλὴν παρέχει τοῖς ἔχουσι τὴν ὠφέλειαν. Ὥσπερ γὰρ ἔνθα ἂν ᾖ ἀποκείμενα ὅπλα βασιλικὰ, κἂν μηδεὶς ᾖ ὁ κεχρημένος, πολλὴν παρέχει τοῖς ἔνδον οἰκοῦσι τὴν φυλακὴν, οὔτε λῃστῶν, οὔτε τοιχωρύχων, οὔτε ἄλλου τινὸς τῶν κακουργούντων τολμῶντος ἐπιβῆναι τῆς οἰκίας· οὕτως ἔνθα ἂν ᾖ βιβλία πνευματικὰ, πᾶσα ἐκεῖθεν ἐλαύνεται ἐνέργεια διαβολικὴ, καὶ πολλὴ τοῖς ἐνοικοῦσιν ἀρετῆς παράκλησις γίνεται. Καὶ αὐτὴ γὰρ καθ' ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται. Κἄν τε γὰρ τολμήσωμέν τι τῶν ἀπηγορευμένων, καὶ ἀκαθάρτους ἑαυτοὺς ἐργασώμεθα, ἐπανιόντες οἴκαδε, καὶ τὰ βιβλία ὁρῶντες, μᾶλλον ἡμῶν καταδικάζομεν τὸ συνειδὸς, καὶ πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν ὀκνηρότεροι γινόμεθα· ἄν τε πάλιν ἐν ἁγιωσύνῃ διατελῶμεν, πλείονα ἐκεῖθεν λαμβάνομεν τὴν ὠφέλειαν. Ἅμα γὰρ ἥψατό τις Εὐαγγελίου, καὶ μετεῤῥύθμισεν ἑαυτοῦ τὴν διάνοιαν εὐθέως, καὶ τῶν βιωτικῶν ἀπέστησε καὶ ἀπὸ τῆς ὄψεως μόνης αὐτῆς. Εἰ δὲ καὶ ἀνάγνωσις προσγένοιτο ἀκριβὴς, καθάπερ ἐν ἱεροῖς ἀδύτοις ἡ ψυχὴ τελουμένη, οὕτως ἐκκαθαίρεται καὶ βελτίων γίνεται, τοῦ Θεοῦ ὁμιλοῦντος αὐτῇ διὰ τῶν γραμμάτων ἐκείνων. Τί οὖν, ἂν μὴ εἰδῶμεν τὰ ἐγκείμενα; φησί, Μάλιστα μὲν κἂν μὴ εἰδῇς τὰ ἐγκείμενα, ἀπ' αὐτῆς τῆς ἀναγνώσεως πολὺς ὁ ἁγιασμὸς γίνεται. Ἄλλως δὲ, ἀδύνατον πάντα ἐπ' ἴσης ἀγνοεῖν· διὰ γὰρ τοῦτο ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις τελώνας καὶ ἁλιέας καὶ σκηνοποιοὺς καὶ ποιμένας καὶ αἰπόλους καὶ ἰδιώτας καὶ ἀγραμμάτους ταῦτα συνθεῖναι τὰ βιβλία, ἵνα μηδεὶς τῶν ἰδιωτῶν εἰς ταύτην ἔχῃ καταφεύγειν τὴν πρόφασιν, ἵνα πᾶσιν εὐσύνοπτα ᾖ τὰ λεγόμενα, ἵνα καὶ ὁ χειροτέχνης, καὶ οἰκέτης, καὶ ἡ χήρα γυνὴ, καὶ ὁ πάντων ἀνθρώπων ἀμαθέστατος, κερδάνῃ τε καὶ ὠφεληθῇ παρὰ τῆς ἀκροάσεως. Οὐ γὰρ πρὸς κενοδοξίαν, καθάπερ οἱ ἔξωθεν, ἀλλὰ πρὸς τὴν σωτηρίαν τῶν ἀκουόντων ταῦτα πάντα συνέθηκαν οἱ παρὰ τὴν ἀρχὴν καταξιωθέντες τῆς τοῦ Πνεύματος χάριτος. γʹ. Οἱ μὲν γὰρ ἔξωθεν φιλόσοφοι καὶ ῥήτορες καὶ συγγραφεῖς οὐ τὸ κοινῇ συμφέρον ζητοῦντες, ἀλλ' ὅπως αὐτοὶ θαυμασθεῖεν μόνον σκοποῦντες, εἴ τι καὶ χρήσιμον εἶπον, καὶ τοῦτο, καθάπερ ἐν ζόφῳ τινὶ, τῇ συνήθει ἀσαφείᾳ κατέκρυψαν. Οἱ δὲ ἀπόστολοι καὶ οἱ προφῆται τοὐναντίον ἅπαν ἐποίησαν· σαφῆ γὰρ καὶ δῆλα τὰ παρ' ἑαυτῶν κατέστησαν ἅπασιν, ἅτε κοινοὶ τῆς οἰκουμένης ὄντες διδάσκαλοι, ἵνα ἕκαστος καὶ δι' ἑαυτοῦ μανθάνειν δύνηται ἐκ τῆς ἀναγνώσεως μόνης τὰ λεγόμενα. Καὶ τοῦτο προαναφωνῶν ὁ προφήτης ἔλεγεν· Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ 48.995 οὐ μὴ εἴπῃ ἕκαστος τῷ πλησίον αὐτοῦ, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Καὶ ὁ Παῦλός φησι· Κἀγὼ, ἀδελφοὶ, ἦλθον πρὸς ὑμᾶς, οὐ καθ' ὑπεροχὴν λόγου ἢ σοφίας, καταγγέλλων ὑμῖν τὸ μυστήριον τοῦ Θεοῦ. Καὶ πάλιν· Ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως. Καὶ πάλιν· Λαλοῦμεν γὰρ σοφίαν, φησὶν, οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. Τίνι γὰρ οὐκ ἔστι δῆλα τὰ τῶν Εὐαγγελίων ἅπαντα; τίς δὲ ἀκούων, ὅτι μακάριοι οἱ πραεῖς, μακάριοι οἱ ἐλεήμονες, μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, καὶ ὅσα τοιαῦτα, διδασκάλου δεήσεται, ὥς τι μαθεῖν τῶν λεγομένων; Ἀλλὰ τὰ τῶν σημείων καὶ θαυμάτων καὶ ἱστοριῶν οὐχὶ καὶ τῷ τυχόντι γνώριμα καὶ σαφῆ; Σκῆψις ταῦτα καὶ πρόφασις καὶ νωθείας παρακαλύμματα. Οὐ νοεῖς τὰ ἐγκείμενα; πῶς γὰρ δυνήσῃ νοῆσαί ποτε, μηδὲ ἁπλῶς ἐγκύψαι βουλόμενος; Λάβε μετὰ χεῖρας τὸ βιβλίον· ἀνάγνωθι τὴν ἱστορίαν