1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

24

ἰάσατο τῶν σωμάτων. ὧν γενομένων, ἵππος ἐξῆλθε μέλας, καὶ ὁ καθήμενος ἐπ' αὐτοῦ ἔχων ζυγὸν ἐν τῇ χειρὶ αὐτοῦ. ὁ μὲν ἵππος ὁ μέλας κατηφείας ὑπάρχει καὶ πένθους δεικτικός, ἐπιταθείσης τῆς τοῦ ∆ιαβόλου καθαιρέσεως ταῖς θείαις παιδαγωγίαις, καὶ διὰ τοῦτο πενθοῦντος τὴν ἑαυτοῦ λῦσιν, τὴν τοσούτοις ἀντισχοῦσαν χρόνοις. ὁ δέ γε ζυγὸς ἰσότητός ἐστι καὶ δικαιοσύνης αἴνιγμα. ἐκάθησε γὰρ ἐπὶ θρόνου ὁ κρίνων δικαιοσύνην· ἐπετίμησε τοῖς δαιμόνων ἔθνεσι καὶ ἀπώλετο ὁ ἀσεβὴς, ὁ τούτων ἡγούμενος. σύμβολον οὖν τῆς δικαίας κρίσεως τοῦ Κυρίου, τῆς ὑπὲρ ἡμῶν ὁ ζυγός· ὡς καὶ λέγειν ἡμᾶς ἐν παρρησίᾳ πρὸς αὐτόν· ἐποίη 87 σας τὴν κρίσιν μου καὶ τὴν δίκην μου ὅπως γνῶμεν τὰ ἔθνη ὅτι ἄνθρωποί ἐσμεν, καὶ μὴ δίκην κτηνῶν ἐν χαλινῷ καὶ κημῷ διελκώμεθα καὶ ἀποβουκολώμεθα παρὰ τῶν ὀλεθρίων τυράννων. καὶ ἤκουσά φησι φωνὴν ἐν μέσῳ τῶν τεσσάρων ζώων λέγοντος· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῶν δηναρίου, καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσης. ὁ λόγος καὶ ἡ διδασκαλία, σπέρμα παρὰ τῇ θείᾳ τροπολογεῖται γραφῇ· γέγραπται γὰρ παρὰ τῷ Ματθαίῳ· ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ πάλιν φασὶ πρὸς τὸν κύριον αὐτῶν οἱ τῶν δούλων εὐνούστατοι· κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ ἀγρῷ; πόθεν οὖν ἔχει ζιζάνια; τοῦ δέ γε σπέρματος, τὸ μέν ἐστι σῖτος, οἷον τὸ εὐαγγελικὸν κήρυγμα ὡς ἀνδρᾶσι πρέπουσα τροφὴ τελείοις· καὶ τὰ αἰσθητήρια γεγυμνασμένα ἔχουσι πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ. τί δέ ἐστι κριθή; ἡ κατὰ τὸν Μωυσέως νόμον διδασκαλία, ὡς πρεπεστέρα τοῦ σίτου, καὶ ἀκμάσασα, καὶ τροφὴ κτηνοπρεπὴς τὸν νήπιον τρέφουσα Ἰσραήλ. φησὶν οὖν ὁ χρηματίζων ἐν μέσῳ τῶν τεσσάρων ζώων Θεός· χοῖνιξ σίτου δηναρίου, καὶ τρεῖς χοίνικες κριθῆς δηναρίου. δι' ὧν αἰνίττεται λιμὸν εἶναι καὶ σπάνιν παρὰ τοῖς τότε ἀνθρώποις διδασκαλίας εὐαγγελικῆς τε τῆς ἐκ τοῦ Κυρίου, καὶ νομικῆς, κατὰ τὸ γεγραμμένον· δώσω αὐτοῖς οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου. εἰ καὶ τὰ μάλιστα οὖν φησι τάδε καὶ τάδε παθεῖν ἔδει τοὺς καταφρονητὰς πάσης διδασκαλίας καὶ ἐπιστροφῆς, τὸ ἔλαιον καὶ τὸν οἶνον μὴ ἀδικήσῃς· ἄφες αὐτοὺς καὶ μηδεμίαν κόλασιν ἐπαγάγῃς· ἔτι ἐστὶν ἐλεημοσύνη αὐτοῖς παρ' ἐμοῦ φησιν ὁ Θεός. ἐπεὶ ἐλπίς ἐστιν αὐτοῖς, νοητῶς εὐφρανθῆναι τοῖς 88 θείοις τοῦ μονογενοῦς μου κηρύγμασιν· ταῦτα γὰρ ὁ οἶνος, ὁ εὐφραίνων νοητῶς καρδίαν ἀνθρώπου. ὁ οὖν ἐπὶ τῆς προτέρας ἀπειθείας ἐπεξιὼν ἀδικήσειεν ἂν τὸν ἐσόμενον αὐτοῖς παρὰ Θεοῦ ἔλεον, καὶ τὴν ἐσομένην ἐπὶ τῇ πίστει νοητὴν εὐφροσύνην. καὶ τὶ λέγω νοητὴν μόνον; αἱ γὰρ τοῦ Κυρίου διδασκαλίαι καὶ αἰσθητὴν εἶχον τὴν χάριν· καὶ μάρτυς ὁ προφήτης ἐξεχύθη ἡ χάρις ἐν χείλεσί σου λέγων πρὸς τὸν Κύριον, καὶ ὁ Ἰώσηππος Ἰουδαῖος ἀνὴρ καὶ ὑπὸ τῆς ἀληθείας βιαζόμενος, καὶ γράφων περὶ αὐτοῦ ἐν βίβλῳ Ἰσραὴλ Ἀρχαιολογίας τάδε· γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν ἡδονῇ τ' ἀληθῆ λεγομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ ἐκ τοῦ Ἑλληνικοῦ προσηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ' ἡμῖν, σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον ἀγαπήσαντες· ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτα καὶ ἄλλα θαύματα μυρία περὶ αὐτοῦ εἰρηκότων. εἰσέτι τε νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπεν φῦλον· τετάρτης σφραγῖδος λῦσις, καὶ λοιπῶν ἀρχὴ λύσεως τῆς ἐκ παραβάσεως Ἀδὰμ ἁμαρτίας· ἡ γὰρ ταύτης λῦσις ἐμφανής ἐστι οἰκείωσις πρὸς Θεόν. εἰ γὰρ αἱ ἁμαρτίαι ἡμῶν διϊστῶσιν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ ὡς φησὶν Ἡσαΐας, αἱ τούτων ἀναιρέσεις προσοικειοῦσι. τίς δὲ ἡ λύσις; τὰ ῥαπίσματα τοῦ Χριστοῦ, δι' ὧν ἠλευθερώθημεν. ἐπειδὴ γὰρ ἡδονῇ γεύσεως ἐκατεκρίθημεν, τοῖς ἐναντίοις 89 ἰάθημεν. ἐναντία δὲ τῆς ἡδονῆς τὰ ῥαπίσματα, ἀλγεινὴν ἔχοντα τὴν συναίσθησινπάντα ἐκτίσαντος ὑπὲρ ἡμῶν τοῦ Χριστοῦ, δι' ὧν εἰς φθορὰν θανάτου κατήχθημεν, ἐκτίσαντος δὲ διὰ τῶν