1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

25

ΕΡΩΤΗΣΙΣ ΠΖʹ. Εἰ ἔξεστιν ἑκάστῳ τὸ παλαιὸν ἱμάτιον αὐτοῦ ἢ ὑπόδημα δοῦναι ὅπου θέλει, εἰς ἐντολήν. ΑΠΟΚΡΙΣΙΣ. ὁ διδόναι ἢ λαμβάνειν, εἰ καὶ κατ' ἐντολὴν, οὐ παντός ἐστιν, ἀλλὰ τοῦ μετὰ δοκιμασίας πεπι στευμένου τὴν οἰκονομίαν. Ὥστε εἴτε παλαιὸν εἴτε καινὸν, οὗτος, κατὰ τὸν ἴδιον ἑκάστου καιρὸν, καὶ δώσει, καὶ ὑποδέξεται.

ΕΡΩΤΗΣΙΣ ΠΗʹ Τίς ἡ μέριμνα ἡ βιωτική. ΑΠΟΚΡΙΣΙΣ. Πᾶσα μέριμνα, κἂν μηδὲν ἔχειν δοκῇ τῶν ἀπηγο ρευμένων, μὴ συντελῇ δὲ πρὸς θεοσέβειαν, βιωτική ἐστιν.

ΕΡΩΤΗΣΙΣ ΠΘʹ Ἐπειδὴ γέγραπται, «Λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος,» ἡμῖν δὲ οὐ προεχώρησε τοῦτο· τί ποιήσομεν. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν σπουδάσαντες οὐκ ἠδυνήθημεν, μνημονεύ σωμεν τῆς ἀποκρίσεως τοῦ Κυρίου πρὸς τὸν Πέ τρον ἐπὶ τῷ τοιούτῳ ἀγωνιάσαντα καὶ εἰπόντα· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσα μέν σοι· τί ἄρα ἔσται ἡμῖν; ἀποκρίνεται δὲ αὐτῷ οὕτως· Πᾶς ὅστις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγε 31.1145 λίου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα. Εἰ δὲ κατὰ ἀμέλειαν τοῦτο οὐκ ἐποιήσαμεν, νῦν τὴν σπουδὴν ἐπιδειξώμεθα. Εἰ μηκέτι ἐστὶ μήτε και ρὸς μήτε δύναμις, παραμυθείσθω ἡμᾶς ὁ Ἀπόστολος λέγων· Οὐ ζητῶ τὰ ὑμῶν, ἀλλ' ὑμᾶς.

ΕΡΩΤΗΣΙΣ ʹ. Εἰ ἔξεστι νυκτερινὸν ἱμάτιον ἔχειν, εἴτε τρίχινον ἴτε ἀλλοῖον. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν τοῦ τριχίνου χρῆσις καιροὺς ἔχει ἰδίους. Οὐ γὰρ χρείας σωματικῆς ἕνεκέν ἐστιν ἡ τούτων χρῆσις, ἀλλὰ κακουχίας καὶ ταπεινώσεως ψυχῆς. Τῆς δὲ τῶν δύο κτήσεως ἀπαγορευθείσης, εἰ δύνα ται ἡ χρῆσις παραληφθῆναι ἄνευ τῆς προειρημένης αἰτίας, ἕκαστος ἑαυτῷ λογιζέσθω.

ΕΡΩΤΗΣΙΣ Αʹ Ἐὰν ἀδελφὸς, ἴδιον οὐκ ἔχων οὐδὲν, αἰτηθῇ παρά τινος αὐτὸ ὃ

φορεῖ, τί ὀφείλει ποιῆσαι, μάλιστα δὲ ἐὰν γυμνὸς ᾖ ὁ αἰτήσας. ΑΠΟΚΡΙΣΙΣ. Εἴτε γυμνὸς, εἴτε πονηρὸς, καὶ εἴτε κατὰ χρείαν, εἴτε κατὰ πλεονεξίαν αἰτῇ, ἅπαξ ἐῤῥήθη, ὅτι τὸ διδόναι ἢ λαμβάνειν οὐ παντός ἐστιν, ἀλλὰ τοῦ ἐγκεχειρισμένου μετὰ δοκιμασίας τὴν τοιαύτην οἰκο νομίαν. Καὶ φυλασσέσθω τὸ, Ἕκαστος, ἐν ᾧ ἐκλήθη, ἐν τούτῳ μενέτω.

ΕΡΩΤΗΣΙΣ Βʹ. Τοῦ Κυρίου προστάσσοντος πωλεῖν τὰ ὑπάρ χοντα, τί διανοούμενον χρὴ τοῦτο ποιεῖν· ὡς αὐτῶν τῶν ὑπαρχόντων φυσικῶς βλαπτόντων, ἢ διὰ τὸν συμβαίνοντα ἐξ αὐτῶν περισπα σμὸν τῇ ψυχῇ. ΑΠΟΚΡΙΣΙΣ. Πρὸς τοῦτο πρῶτον μὲν ἐκεῖνό ἐστιν εἰπεῖν, ὅτι τῶν ὑπαρχόντων ἕκαστον, εἰ ἦν αὐτὸ καθ' ἑαυτὸ κακὸν, οὐδ' ἂν ἦν κτίσμα Θεοῦ· Πᾶν γὰρ κτίσμα Θεοῦ, φησὶ, καλὸν, καὶ οὐδὲν ἀπόβλητον· ἔπειτα δὲ, ὅτι ἡ ἐντολὴ τοῦ Κυρίου οὐχὶ ῥίπτειν ὡς κακὰ τὰ ὑπάρχοντα καὶ φεύγειν, ἀλλὰ οἰκονομεῖν ἐπαί δευε. Καὶ κατακρίνεταί τις, οὐχ ὅτι ἔσχεν ὅλως, ἀλλ' ὅτι κακῶς ἐφρόνησε περὶ αὐτῶν, ἢ ὅτι μὴ κα λῶς ἐχρήσατο αὐτοῖς. Ἡ γὰρ ἀπροσπαθὴς καὶ ὑγιὴς περὶ αὐτὰ διάθεσις, καὶ ἡ κατ' ἐντολὴν αὐτῶν οἰκο νομία πρός τε πολλὰ καὶ ἀναγκαιότατα ἡμῖν συμ βάλλεται· ποτὲ μὲν πρὸς καθαρισμὸν τῶν οἰκείων ἁμαρτημάτων, διὸ γέγραπται· Πλὴν τὰ ἐνόντα, δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστι· ποτὲ δὲ πρὸς κληρονομίαν βασιλείας οὐ ρανῶν, καὶ κτῆσιν θησαυροῦ ἀνεκλείπτου, κατὰ τὸ ἐν ἄλλῳ τόπῳ εἰρημένον· Μὴ φοβοῦ, τὸ μικρὸν 31.1148 ποίμνιον, ὅτι ηὐδόκησεν ὁ Πατὴρ ὑμῶν ὁ οὐρά νιος δοῦναι ὑμῖν τὴν βασιλείαν. Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιή σατε ἑαυτοῖς βαλάντια μὴ παλαιούμενα, θησαυ ρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς. ΕΡΩΤΗΣΙΣ Γʹ.