1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

25

ὑετὸς δὲ καὶ ἡ φωνὴ ἐνταῦθα ταὐτὸν σημαίνει· τὴν διδασκαλίαν γὰρ τὴν θείαν δηλοῖ. ὥσπερ οὖν οὐκέτι ὕει ὅταν μὴ καλοὶ καρποὶ φέρωνται, οὕτως οὐκέτι λαλεῖ οὐδὲ ὁμιλεῖ ὅταν οἱ ἀκούοντες περὶ ἄλλα ἔχωσιν. καὶ τοῦτο δὲ ἀνθρώποις λαλεῖ. κατὰ τὴν ἐπίνοιαν γοῦν τοῦ διδασκάλου λέγονται μαθηταὶ οἱ ἀκροαταί, ὅταν δὲ ποιμὴν αὐτός, αὐτοὶ πρόβατα. ἐπειδὴ δὲ οὔτε πρόβατα ἔτι εἰσὶν οὐδὲ ἄνθρωποι, ἀλλὰ σκορπίοι γέγοναν κατὰ τὸ λεχθέν· "υἱὲ ἀνθρώπου, ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς". "πολὺς" οὖν "ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ, ἐπιρίψω σιωπήν". διαφόρως δὲ ἀναγιγνώσκεται· ἀμφίβολος γάρ ἐστιν ἡ λέξις. δυνατὸν οὕτω λαβεῖν· "πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ· ἐπιρίψω σιωπήν"· ἐν παντὶ βαθμῷ· ὧδε γὰρ τὸν βαθμὸν ὁ τόπος σημαίνει, ὡς καὶ ἐν ἄλλοις. περὶ Ἰούδα γοῦν λέγεται ὅτι παρέβη ἀπὸ τοῦ τόπου τῆς διακονίας ἧς ἐνεχειρίσθη. "πολὺς" οὖν "ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ". ἐν παντὶ τάγματι τῶν ὀφειλόντων σωφρονεῖν καὶ νήφειν καὶ τὰ τῆς ἀρετῆς λέγειν "πολύς ἐστιν ὁ πεπτωκώς", πλὴν οὐ πάντες. "ἐπιρίψω σιωπήν". δυνατὸν δὲ καὶ οὕτω στίξαι· "πολὺς ὁ πεπτωκώς. ἐν παντὶ τόπῳ ἐπιρίψω σιωπήν". οὐ μόνον ἀπὸ τῶν μυστικῶν σιωπῶ, ἀλλὰ καὶ ἀπὸ τῶν ἠθικῶν · ἐν παντὶ γὰρ τόπῳ ἐν ᾧ ἔδει ἑστάναι καὶ ἱδρυθῆναι καὶ ἕτοιμον εἶναι πρὸς ἀκρόασιν, πτῶσις γέγονεν, καὶ πανταχοῦ τὴν σιωπὴν ἐπιρίπτω. σιωπὴν οὖν δηλοῖ ἡ κόλλησις τῆς γλώττης εἰς τὸν λάρυγγα. "ἐὰν ἐπιλάθωμαί σου, Ἰερουσαλήμ, κολληθείη ἡ γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ". ἐὰν μή σου μνησθῶ, σιωπὴν λάβοιμι. 16 καὶ εἰς χοῦν θανάτου κατήγαγές με. κἂν ἐκ προσώπου τοῦ Ἰησοῦ ᾖν ἡ φωνή, κἂν ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν τῶν ἐγνωκότων οἷ κακῶν γεγόνασιν εἰς τὸν τόπον τῆς κακώσεως ταπεινωθέντες- "ἐταπείνωσας" γὰρ "ἡμᾶς ἐν τόπῳ κακώσεως". ἅγιοι δέ εἰσιν οἱ λέγοντες, ὡς ἡ σύνφρασις σημαίνει τοῦ ψαλμοῦ. "σῶμα θανάτου" λέγεται ὃ περικείμεθα, λέγεται δὲ καὶ "χοῦς θανάτου". οὐ κατ' οὐσίαν δέ ἐστιν "χοῦς θανάτου", ἀλλὰ ἐπεὶ οἱ ἀναγκασθέντες ἀπὸ τῆς ζωῆς τῆς ἔξω σώματος εἰς τοῦτο ἔρχονται, θανάτου ὀνομάζεται σῶμα. "εἰς χοῦν" οὖν "θανάτου κατήγαγές με". εἰ ἦν ζωῆς, ἀνήγετο μᾶλλον· ἀναγομένων γάρ ἐστιν τὸ εἰς ζωὴν καὶ μακαριότητα καὶ ἀθάνατον κατάστασιν ἄγεσθαι. κἂν ὁ σωτὴρ οὖν τοῦτο λέγῃ, τοῦτο· τὸ φῶς "εἰς χοῦν θανάτου κατήγαγές με". κατῆλθον εἰς σῶμα ἵνα ἀποθάνω ὑπὲρ πάντων, ἵνα "χάριτι θεοῦ ὑπὲρ παντὸς" γεύσωμαι "θανάτου". ἑτέρως οὖν τῶν ἀνθρώπων τῶν ἄλλων λέγεται "χοῦς θανάτου" καὶ "σῶμα θανάτου", ἑτέρως δὲ τοῦ σωτῆρος· εἰ γὰρ τὸ σῶμα γίνεται θανάτου ὅταν ὁ χρώμενος αὐτῷ ἁμαρτήσῃ, οὐχ ἥμαρτεν δὲ Ἰησοῦς, εἰς χοῦν ἐλήλυθεν θανάτου δυνάμενον θάνατον ὑποστῆναι. διὸ σφάλλονται οἱ λέγοντες αὐτὸν καὶ τῷ δοκεῖν ἄνθρωπον ἢ σῶμα οὐράνιον ἐνηνοχέναι καὶ προσ37 άπτοντες αὐτῷ θάνατον. οὐ πέφυκεν. ἡ θεότης ἄνευ τινὸς τοιούτου θάνατον οὐχ ὑφίσταται· ἀθανασία γάρ ἐστιν. καὶ ὥσπερ τοῦ θεοῦ φωτὸς ὄντος κατὰ ἀλήθειαν καὶ κατ' οὐσίαν οὔκ ἐστιν οὗτος αὐτῷ σκοτία, οὕτως οὐδὲ ἐν τῇ ζωῇ οὔκ ἐστιν θάνατος. ἀδύνατόν ἐστιν τὴν ζωὴν θάνατον ἀναδέξασθαι. ἀνέλαβεν δέ τι δυνάμενον ὑποστῆναι θάνατον καὶ διαίρεσιν, καὶ λέγεται αὐτῆς θάνατος τοῦτο οὐσιώδης· καὶ γὰρ πολλὰ ἄλλα λέγεταί τινων οὐκ ὄντα αὐτῶν οὐσιώδη, οἷον "ἱμάτιον, τὸ ὑπόδημά μου". οὕτω τὸ σῶμα οὔκ ἐστιν οὐσιῶδες. ἐὰν οὖν ζωὴ λέγῃ δέχεσθαι θάνατον, κατὰ τὸ ἔξω λέγει ἀναδέχεσθαι. καὶ παράδοξον ἐρῶ· ὡς τὸ σῶμα δέχεται θάνατον, οὕτως ἡ ζωὴ ζωοποιεῖ τὸ σῶμα. καὶ ἡ κοινὴ δὲ αὕτη ζωή, ἡ συνπλοκὴ τῆς ψυχῆς πρὸς τὸ σῶμα, τὰ ζωτικὰ κινήματα τῷ σώματι παρέχει. πόσῳ λοιπὸν μᾶλλον αὐτὴ ἡ ζωὴ ἢ ἡ ζωοποιηθεῖσα ψυχὴ ὑπὸ τῆς προηγουμένης καὶ μακαρίας ζωῆς; εὖ δὲ καὶ τὸ φάναι· "εἰς χοῦν θανάτου κατήγαγές με". οὐκ αὐτὸς κατῆλθεν εἰς τὸν χοῦν τοῦ θανάτου, οὐχ ἡ ψυχὴ ἦλθεν εἰς τὸν χοῦν τοῦ θανάτου. τοῦτο δὲ συμβαίνει τοῖς διὰ κακίαν