25
ἅπασαν, καὶ τὰ γνώριμα κατασχὼν, τὰ ἄδηλα καὶ τὰ ἀσαφῆ πολλάκις ἔπελθε· κἂν μὴ δυνηθῇς τῇ συνεχείᾳ τῆς ἀναγνώσεως εὑρεῖν τὸ λεγόμενον, βάδισον πρὸς τὸν σοφώτερον, ἐλθὲ πρὸς τὸν διδάσκαλον, ἀνακοίνωσαι περὶ τῶν εἰρημένων, πολλὴν ἐπίδειξαι τὴν σπουδήν· κἂν ἴδῃ σε ὁ Θεὸς τοσαύτῃ κεχρημένον τῇ προθυμίᾳ, οὐ περιόψεταί σου τὴν ἀγρυπνίαν καὶ τὴν φροντίδα, ἀλλὰ κἂν ἄνθρωπος μὴ διδάξῃ τὸ ζητούμενον, αὐτὸς ἀποκαλύψει πάντως. Ἀναμνήσθητι τοῦ εὐνούχου τῆς βασιλίδος Αἰθιόπων, ὃς ἄνθρωπος βάρβαρος ὢν, καὶ μυρίαις συνεχόμενος φροντίσι, καὶ πανταχόθεν πολλοῖς περικυκλούμενος πράγμασιν, οὐκ εἰδὼς ἅπερ ἀνεγίνωσκεν, ὅμως ἀνεγίνωσκεν ἐπὶ τοῦ ὀχήματος καθήμενος. Εἰ δὲ ἐν ὁδῷ τοσαύτην σπουδὴν ἐπεδείκνυτο, ἐννόησον τίς ἦν οἴκοι διατρίβων· εἰ τὸν καιρὸν τῆς ὁδοιπορίας οὐκ ἠνείχετο χωρὶς ἀναγνώσεως μένειν, πολλῷ μᾶλλον ἐν τῇ οἰκίᾳ καθήμενος· εἰ μηδὲν εἰδὼς ὧν ἀνεγίνωσκεν, οὐκ ἀφίστατο τῆς ἀναγνώσεως, πολλῷ μᾶλλον μετὰ τὸ μαθεῖν. Ὅτι γὰρ ἅπερ ἀνεγίνωσκεν οὐκ ᾔδει, ἄκουσον τί φησιν αὐτῷ ὁ Φίλιππος· Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Κἀκεῖνος ταῦτα ἀκούσας οὐκ ἠρυθρίασεν οὐδὲ ᾐσχύνθη, ἀλλ' ὡμολόγησε τὴν ἄγνοιαν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Ἐπεὶ οὖν, οὐδέπω τὸν ὁδηγοῦντα ἔχων, οὕτως ἀνεγίνωσκε, διὰ τοῦτο ταχέως ἐπελάβετο τοῦ χειραγωγοῦντος. Εἶδεν αὐτοῦ τὴν προθυμίαν ὁ Θεὸς, ἀπεδέξατο τὴν σπουδὴν, καὶ ἔπεμψεν αὐτῷ διδάσκαλον εὐθέως. Ἀλλὰ οὐ πάρεστιν ὁ Φίλιππος νῦν; Ἀλλὰ τὸ Πνεῦμα τὸ κινῆσαν τὸν Φίλιππον πάρεστι. Μὴ καταφρονῶμεν τῆς σωτηρίας ἡμῶν, ἀγαπητοί· Ταῦτα πάντα ἐγράφη δι' ἡμᾶς πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε. Μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν τῶν Γραφῶν ἡ ἀνάγνωσις, μέγας κρημνὸς καὶ βάραθρον βαθὺ τῶν Γραφῶν ἡ ἄγνοια, μεγάλη προδοσία σωτηρίας τὸ μηδὲν ἀπὸ τῶν θείων εἰδέναι νόμων· τοῦτο καὶ αἱρέσεις ἔτεκε, τοῦτο καὶ βίον διεφθαρμένον εἰσήγαγε, τοῦτο τὰ ἄνω κάτω πεποίηκεν. Ἀμήχανον γὰρ, ἀμήχανον ἄκαρπον ἀναχωρῆσαί τινα συνεχῶς 48.996 ἀναγνώσεως ἀπολαύοντα μετὰ ἐπιστασίας. Ἰδοὺ γοῦν μία παραβολὴ πόσα ἡμᾶς ὠφέλησε; πῶς ἡμῶν βελτίω τὴν ψυχὴν εἰργάσατο; Πολλοὶ μὲν γὰρ, εὖ οἶδ' ὅτι, διαρκῆ τὴν ὠφέλειαν ἐκ τῆς ἀκροάσεως λαβόντες ἀπῆλθον· εἰ δὲ εἰσί τινες, οἳ μὴ τοσοῦτον ἐκαρπώσαντο, ἀλλ' ὅμως τὴν γοῦν ἡμέραν αὐτὴν, καθ' ἣν ἤκουσαν, βελτίους ἐγένοντο πάντως. Οὐ μικρὸν δὲ καὶ τὸ ἡμέραν μίαν ἐν ἁμαρτημάτων κατανύξει διαγαγεῖν, καὶ διαβλέψαι πρὸς τὴν ἄνω φιλοσοφίαν, καὶ παρασχεῖν τῇ ψυχῇ μικρὸν γοῦν ἀπὸ τῶν βιωτικῶν ἀναπνεῦσαι φροντίδων. Ἂν δὲ καθ' ἑκάστην τοῦτο ποιῶμεν σύναξιν, καὶ μὴ διαλιμπάνωμεν, ἡ συνέχεια τῆς ἀκροάσεως ἐργάσεταί τι μέγα καὶ γενναῖον ἐν ἡμῖν ἀγαθόν. δʹ. Φέρε οὖν καὶ τὰ ἑξῆς πάλιν ἀποδῶμεν ὑμῖν τῆς παραβολῆς. Τίνα δέ ἐστι τὰ ἑξῆς; Εἰπόντος τοῦ πλουσίου, Πέμψον Λάζαρον, ἵνα ἐπιστάξῃ τῷ ἄκρῳ τοῦ δακτύλου αὐτοῦ, καὶ καταψύξῃ τήν μου γλῶτταν, ἀκούσωμεν τί φησιν Ἀβραάμ· Τέκνον, μνήσθητι, ὅτι ἀπέλαβες σὺ τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι. Καὶ ἐπὶ πᾶσι δὲ τούτοις χάσμα μέγα μεταξὺ ἡμῶν τε καὶ ὑμῶν ἐστήρικται, ὅπως οἱ θέλοντες ἐκεῖθεν διαβῆναι πρὸς ἡμᾶς, μὴ δύνωνται, μήτε οἱ ἐντεῦθεν ἐκεῖ διαπερῶσι. Φορτικὰ τὰ εἰρημένα, καὶ πολλὴν ἡμῶν κατέχεε τὴν ὀδύνην. Οἶδα κἀγώ· ἀλλ' ὅσον δάκνει τὸ συνειδὸς, τοσοῦτον καὶ ὠφελεῖ τὴν διάνοιαν τῶν δακνομένων. Εἰ μὲν γὰρ ἐκεῖ ταῦτα ἐλέγετο ἡμῖν, καθάπερ τῷ πλουσίῳ, ὄντως θρηνεῖν ἔδει καὶ ὀδύρεσθαι καὶ πενθεῖν, ὅτι μετανοίας καιρὸς οὐκ ἔτι ἡμῖν ὑπελέλειπτο· ἐπειδὴ δὲ ἐνταῦθα ὄντες ταῦτα ἀκούομεν, ὅπου καὶ ἀνανῆψαι δυνατὸν, καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι καὶ πολλὴν κτήσασθαι τὴν παῤῥησίαν, καὶ ἐκ τῶν ἑτέροις συμβάντων κακῶν φοβηθέντας μεταβαλέσθαι, εὐχαριστῶμεν τῷ φιλανθρώπῳ Θεῷ, τῷ διὰ τῆς ἑτέρων κολάσεως τὴν ἡμετέραν διεγείροντι νωθείαν, καὶ ἀφυπνίζοντι καθεύδοντας ἡμᾶς. ∆ιὰ γὰρ τοῦτο ταῦτα προείρηται, ἵνα μὴ ταῦτα πάθωμεν. Εἰ γὰρ ἐβούλετο