1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

25

τεχνῶν δὲ ὀλίγων τὴν σοφίαν ὁμοῦ καὶ τὴν χρείαν δήλην πεποίηκεν, ὧν ὁ νοῦς ὁ ἀνθρώπειος εὑρετὴς ἐγένετο. Τὰς δὲ, φιλοτι μίας ἕνεκεν καὶ τρυφῆς εὑρημένας, ζωγραφικήν φημι, καὶ πλαστικὴν, ἀγαλματουργικήν τε καὶ χρυ σοχοϊκὴν, ὀψαρτυτικήν τε καὶ ποπάνων μυρίων εὑρήματα, ἑκὼν παραλέλοιπε· πρὸς δὲ τούτοις, καὶ τὰς πέρα τοῦ μέτρου πολυπραγμοσύνας, ἀστρονομι κὴν λέγω, καὶ γεωμετρικὴν, ἀριθμητικήν τε καὶ μουσικὴν, ἧς ἔργον κατακηλεῖν τὴν ἀκοὴν καὶ μεταφέρειν, καὶ τὰς τῆς ψυχῆς διαθέσεις πρὸς ὃ βούλεται μεταβάλλειν, καὶ τὴν μὲν ἀθυμοῦσαν εἰς θυμηδίαν χαλᾷν, τὴν δὲ κεχαλασμένην, σύντονον καὶ ἀνδρείαν ἐργάζεσθαι· ταύτας καὶ τὰς τοιαύτας ἑκὼν ὁ λόγος παρέλιπε, καὶ τὸ μῆκος φεύγων, καὶ συντομίας φροντίζων, καὶ τῇ διανοίᾳ τῶν ἀκουόντων τὴν τέχνης ἑκάστης θεωρίαν ἐπιτρέπων. Ῥᾴδιον γὰρ ἐκ τῶν εἰρημένων ἀφορμὰς εἰς κατανόησιν τῶν παραλειφθέντων παραλαβεῖν. Ἀλλ' ἴσως ἂν εἴποιεν οἱ τὸν εὐεργέτην ὑμνεῖν οὐκ εἰδότες, συκοφαντεῖν δὲ μεμαθηκότες, ὡς οὐ μόνον τῇ φύσει τῶν ἀνθρώπων τῶν τεχνῶν τὴν εὕρεσιν ὁ Ποιητὴς ἐδωρήσατο· ἔστι γὰρ ἰδεῖν καὶ τῶν πτηνῶν τὸ σμικρότατον γένος, τὰς μελίττας, πολιτικὸν καὶ κοινωνικὸν αἱρουμένας βίον, διὰ δὲ τὴν ἀσθένειαν τῷ κέντρῳ καθωπλισμένας, ἀμοιβαδὸν δὲ καὶ κατὰ τάξιν ἐκ τῶν σίμβλων ἀπαιρούσας, καὶ τὸν ἀέρα διαπερώσας, καὶ ἄλση καὶ λειμῶνας καὶ λήϊα περι πετομένας, καὶ ἄνθεσι, καὶ φύλλοις, καὶ καρ ποῖς ἐφιζανούσας, καὶ τὸ χνοῶδες καὶ χρειῶδες συλ λεγούσας, καὶ σφᾶς αὐτὰς φορτιζούσας, καὶ ταῖς τε 83.625 ἀγκύλαις τῷ τε αὐχένι τὰ φορτία περιτιθείσας, καὶ οὕτως εἰς τοὺς σίμβλους ἐπανιούσας· εἶτα οἰκοδο μούσας τὰ κηρία, μήτε κανόνος μήτε γνώμονος δεο μένας, καὶ τάς τε γωνίας ἴσας ἀλλήλαις ὑπὲρ πᾶσαν γραμμικὴν ἐπιστήμην ἐργάζεσθαι, τά τε τῶν τοίχων ὑφάσματα, καὶ τὰ τοῦ μέλιτος διαφράγματα, λεπτὰ μάλα καὶ ἤτρια καὶ ὑμενώδη δομεῖσθαι, καὶ τὴν ὑγρὰν τοῦ μέλιτος φύσιν τοῖς λεπτοῖς τούτοις καὶ συχνοῖς διατειχίσμασιν εὖ μάλα συνέχειν, εἶθ' οὕτω τῶν γλυκέων τοῦ μέλιτος ναμάτων τὰ δοχεῖα ἀνά πλεα ποιεῖν. Τί τοιοῦτον, φασὶν, ἐτεχνάσατο τῶν ἀνθρώπων ἡ φύσις, εἰς φοιτητὰς καὶ διδασκάλους δι ηρημένη, καὶ πόνῳ πολλῷ καὶ χρόνῳ κατορθοῦσα τὴν τέχνην, οἷα τῶν μελιττῶν τὸ φιλόπονον καὶ φιλόκαλον γένος, οὐκ εἰς διδασκάλους καὶ φοιτητὰς μεμερι σμένον, οὐδὲ ἱμάσι καὶ ῥάβδοις τὴν τέχνην δεδιδα γμένον, ἀλλ' ἔμφυτον ἔχον καὶ αὐτοδίδακτον τὴν ἀμήχανον ἐργασίαν, ὑφαίνει τε τὰ κηρία, καὶ πλη ροῖ τὰ δοχεῖα, οὐ μέτρων, οὐ κέντρων, οὐ γωνιῶν δεομένη; Καὶ τὰ δοχεῖα πληροῖ, οὐκ ἀποθλίβουσα βότρυας, οὐδ' ἑτέρῳ καρπῷ λυμαινομένη, ἀλλὰ τῆς δρόσου τὸ λεπτὸν ἀρυομένη, καὶ τοῦ μέλιτος φιλοτε χνοῦσα τὴν φύσιν. Φέρε τοίνυν, ἐξ αὐτῆς τῆς κατ ηγορίας τὴν ἀπολογίαν ὑφαίνωμεν· κομιδῇ γὰρ εὐπε τῶς ὑφ' ἑαυτῆς λυθήσεται. Αἱ γὰρ μέλιτται τὸν πο λὺν ἐκεῖνον καὶ εὐφυῆ πόνον, καὶ τὸν ἄριστον δὲ καὶ ἥδιστον τοῦ πόνου καρπὸν, τῇ φύσει τῶν ἀνθρώπων προσφέρουσι· καὶ οἷόν τινες οἰκέται ὑπὸ τοῦ νόμου τῆς δεσποτείας ἀναγκαζόμεναι, καὶ τῶν οἰκήσεων ἐξίασι, καὶ τὸ χρειῶδες συλλέγουσι, καὶ ἀχθοφοροῦ σαι διατελοῦσι, καὶ σπουδαίως οἰκοδομοῦσι, καὶ τοῦ μέλιτος ἐνιεῖσαι τὰ νάματα, ὥσπερ τινὶ θησαυρῷ σήμαντρα καὶ σφραγῖδας ἐπιβάλλουσι, καὶ οἷόν τινα δασμὸν καὶ φόρον, ὡς βασιλεῦσι διηνεκῶς τοῖς ἀνθρώποις χορηγοῦσι. Τί οὖν, ὦ ταλαίπωρε, συκοφαν τεῖς, καὶ τὸν φόρον καρπούμενος, τοῦ φόρου τὸν πράκτορα βλασφημεῖς, καὶ τοῖς ἀλλοτρίοις πόνοις ἐπεντρυφῶν, τὸν τούτων χορηγὸν λόγοις ἀχαρίστοις κατατοξεύεις; Οὐ μόνον δὲ τοὺς τῆς φιλοπονίας αὐτῶν δρέπῃ καρποὺς, ἀλλὰ καὶ ἑτέραν ὠφέλειαν ἐντεῦθεν τρυγᾷς. Πρῶτον μὲν γὰρ μανθάνεις, ὅσων ἀγαθῶν ἡ ὁμόνοια πρόξενος, καὶ ἡλίκων καρπῶν τυγχάνει δημιουργός. Πολιτικὸν γὰρ βίον μιμεῖται τὰ σμήνη τῶν μελιττῶν· οὐδὲν παρ' ἐκείναις ἴδιον, ἀλλὰ κοινὸς ὁ πλοῦτος, ἀμέριστος ἡ κτῆσις. Οὐκ ἔχουσι δίκας,