1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

26

ἐνσωματουμένοις. ἐπειδὴ δὲ αὐτὸς οἰκονομίας ἕνεκα καὶ σωτηρίας τῶν πάντων σῶμα ἐδέξατο καὶ σῶμα κατηρτίσατο αὐτῷ ὁ θεός, λέγει ὑπὸ θεοῦ εἰς τὸν χοῦν τοῦ θανάτου κατενηνέχθαι. ὅταν δὲ ἄνθρωποι ἦσαν, οἳ ἐξομολογούμενοι λέγουσιν ὅτι· "ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ ἡμῶν". ὅταν τις μὴ τρέφηται τοὺς οὐρανίους ἄρτους, τὴν τροφὴν τὴν οὐρανίαν, ἀλλὰ τὴν γηικήν-οὐ τὴν γηικὴν τὴν αἰσθητήν, ἀλλὰ τὴν ἐναντίαν τῷ ἀληθινῷ ἄρτῳ-, αὕτη ἡ τροφὴ ἑνοῖ τῇ ὕλῃ τὴν τρεφομένην ψυχήν, καὶ γίνεται ταπείνωσις εἰς τὸν χοῦν τῆς ψυχῆς. ἐνταῦθα δὲ οὐκ ἐταπεινώθη τοῦ Ἰησοῦ ἡ ψυχὴ εἰς τὸν χοῦν, ἀλλὰ κατήχθη ὑπὸ τοῦ θεοῦ. οἰκονομικῷ τρόπῳ εἰς τοῦτο ἐλήλυθεν· οὐδαμῶς γὰρ πεποίηκεν τὴν ἁμαρτίαν καίτοι δεκτικὴ οὖσα· ἐὰν γὰρ μὴ ᾖ δεκτική, οὐδὲ ἐπαινεῖται ὅλως. αἱ ἀποχαὶ οὖν τῶν ἁμαρτιῶν ἐπαίνους ἀναφέρουσιν τῷ ἀπεσχημένῳ ὅταν πεφυκὼς ᾖ πρὸς τὸ πρᾶξαι. ἐπερ · χοῦς καὶ θάνατος ταὐτόν ἐστιν; -οὔ· μὴ γὰρ εἴρηκεν· "καὶ εἰς χοῦν θάνατον κατήγαγές με". εἰ δὲ ἦν ταὐτὸν ὁ χοῦς καὶ ὁ θάνατος, εἶπεν ἄν· "εἰς χοῦν θάνατον κατήγαγές με"· ἀλλά· "εἰς χοῦν θανάτου". τὸ σῶμα τὸ θνητὸν τὸ δυνάμενον διαλυθῆναι ἀπὸ τῆς φορούσης αὐτὸ οὐσίας "χοῦς θανάτου" ἐστίν. τάχα δὲ καὶ κατὰ δεύτερον λόγον χοῦς θανάτου ἐστίν, ἐπεὶ θάνατον ἐπιφέρει τῇ φιλοσωμάτῳ ψυχῇ. ὅτι ἐκύκλωσάν με κύνες πολλοί τὸ τῶν ἁγίων σῶμα νεκρόν ἐστιν· "πάντοτε" γὰρ "τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέρουσιν". τὸ νεκρὸν δὲ σῶμα οὐκ ἔχει ἐπιθυμίας· πῶς γὰρ οἷόν τε; τὸ θνητὸν ζῶν ἐστιν; ζῇ δὲ τότε ὅταν συνπεπλεγμένον ᾖ τῇ ψυχῇ. τότε ἔχει ἐπιθυμίας. τεθνηκὼς οὐκ ἔχει ἐπιθυμίας. νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς οὐκ ἔχει ἐπιθυμίαν. 38 ἐπερ · εὑρίσκεται οὖν ἡ ψυχὴ αἰτία τῆς ἁμαρτίας; ἡ τοῦ ἁμαρτάνοντος ψυχὴ αἰτία ἐστὶν τῆς ἁμαρτίας· οὐδὲν γὰρ ἕτερόν ἐστιν ἁμαρτία ἢ παρακοὴ ἐντολῆς, παράβασις νόμου. τὸ σῶμα οὐδὲ ἐντολῇ ὑπόκειται ἵνα καὶ παραβῇ. ἡ ψυχὴ παραβαίνουσα ἄγει τὸ σῶμα εἰς τὸ ὑπηρετῆσαι ταῖς ἁμαρτητικαῖς ὄψεσιν· ὡς ὄργανόν ἐστιν. μὴ λέγομεν ἄρτι φονέα εἶναι τὸ ξίφος τὸ ἀναιροῦν, οὐ τὸν χρώμενον; πῶς γὰρ οἷόν τε; εἰ γὰρ τῷ ἀλόγῳ ζῴῳ ψυχὴν ἔχοντι οὐ προσάπτομεν ἁμαρτίαν ἢ δικαιοσύνην, τῷ σώματι τῷ ἀψύχῳ προσάπτομεν ταῦτα; τῷ ἰδίῳ λόγῳ τὸ σῶμα ἄψυχόν ἐστιν. 17 ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με, ὤρυξαν χεῖράς μου καὶ πόδας μου. οὕτως στίξον· "ὅτι ἐκύκλωσάν με κύνες πολλοί, συναγωγὴ πονηρευομένων περιέσχον με", διὰ τοῦτο "ὤρυξαν χεῖράς μου καὶ πόδας μου". τὸ "ὅτι" αἰτιολογικὸς σύνδεσμός ἐστιν. οὐ προσάπτεται δὲ τοῖς ἔνπροσθεν· "εἰς χοῦν θανάτου κατήγαγές με", "ὅτι ἐκύκλωσάν με κύνες πολλοί". οὐχί, ἀλλ'· ἐπεὶ "ἐκύκλωσάν με κύνες πολλοὶ καὶ συναγωγὴ πονηρευομένων περιέσχον με", διὰ τοῦτο "ὤρυξαν χεῖράς μου καὶ πόδας μου". ἄνθρωποι μένοντες οὐκ ἂν ἐποίησαν τοῦτο. κύνας δὲ ἐνταῦθα λέγει τοὺς τὸν κυνώδη τρόπον ἐσχηκότας ἀνθρώπους. περὶ πολλὰ δὲ διαβάλλεται τὰ κινήματα τοῦ κυνός. ὅλως κατωφερῆ εἰσιν πρὸς ὀχείαν. εἰώθασιν οὖν ἐν τῇ συνηθείᾳ κύνας λέγειν τοὺς ἀκολάστους καὶ τὰς γυναῖκας οὕτω ὀνομάζειν. ἀμέλει γοῦν καὶ ὁ νόμος τὴν ἔννοιαν ταύτην ὑποβάλλων σὺν πόρνῃ τὸν κύνα ἠρίθμησεν· "οὐκ εἰσοίσεις ἄλλαγμα κυνὸς καὶ μίσθωμα πόρνης". οὐκ εἴρηκεν ἄλλαγμα ὄνου ἢ ἵππου· καὶ τούτων γὰρ ἀλλάγματα εἰσήγετο εἰς τὸν οἶκον τοῦ κυρίου. ἐστὶν δὲ καὶ ἀναιδές-"καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ"-καὶ κολακευτικόν. οἱ ἄνθρωποι οὖν οἱ ἔχοντες τοιαῦτα κινήματα ἐν δίκῃ κύνες ὀνομάζον ται. οὗτοι οὖν ἐκύκλωσαν τὸν σωτῆρα. ὅτε ἦσαν πρόβατα θεοῦ, τὸ τηνικάδε ἐκτὸς ἦσαν τῆς κυνικῆς καταστάσεως. ὅτε δὲ πρόβατα ἀπολωλότα γέγονεν ὁ λαός, ἡ ἀπώλεια οὐκ εἰς τὸ μὴ ὂν αὐτὰ κατέστρεψεν, ἀλλ' εἰς κυνώδη κατάστασιν καὶ ὀφειώδη καὶ σκορπιώδη. πάντα δὲ ταῦτα περὶ τῶν Ἑβραίων λοιπὸν ἐλέγετο· "καὶ πάντες κύνες ἐνεοὶ εἰδότες ὑλακτεῖν". ὅτε οὖν ἀπενοήθησαν κατὰ τοῦ σωτῆρος οἱ Ἰσραηλῖται,