26
ΚΕΦΑΛΑΙΟΝ ςʹ.
Ἡ δὲ Ὑπὲρ Μαελὲθ ἐπιγραφὴ σαφέστερον ἐκδοθεῖσα 5.86 παρὰ τῶν
μεταβαλόντων εἰς τὴν Ἑλλάδα φωνὴν ταύτην τὴν λέξιν, προθυμίαν τινὰ τοῖς δι' ἀρετῆς ἀγωνιζομένοις ἐντίθησι, τὸ πέρας τῶν ἄθλων οἷόν ἐστιν ὑποδεικνύουσα. χορείας καὶ εὐφροσύνας τοῖς κεκρατηκόσι τῶν ἀγώνων προκεῖσθαι λέγουσα πρὸς ταύτην τὴν ἔμφασιν ἑρμηνευθείσης τῆς λέξεως. τὸ γὰρ Μαελὲθ ὄνομα διὰ χορείας τὴν ἑρμηνείαν ἔχει, οἷον δὴ καὶ ἐπὶ τῆς νίκης τοῦ ∆αβὶδ διὰ τῆς ἱστορίας ἔγνωμεν ὅτι πεσόντος τοῦ Γολιὰθ ἐν τῇ μονομαχίᾳ τοῦ νέου θεραπεύουσι τὸν ἐναγώνιον αὐτοῦ πόνον ὑπαπαντῶσαι διὰ χορείας αἱ νεάνιδες· οὕτως πᾶσαν νίκην ἱδρῶτί τε καὶ πόνῳ κατὰ τῶν ἀντιπάλων κατορθουμένην ἡ περὶ τοῦ Μαελὲθ ἐπιγραφὴ εὐφροσύνην λέγει καὶ χοροστασίαν ἐκδέχε σθαι, πάσης τῆς νοητῆς κτίσεως ἑαυτὴν καθάπερ ἐν χοροῦ συμφωνίᾳ τοῖς νικηταῖς συναρμοζούσης. ἦν γὰρ ὅτε μία τῆς λογικῆς φύσεως ἦν ἡ χοροστασία πρὸς ἕνα βλέπουσα τὸν τοῦ χοροῦ κορυφαῖον, καὶ πρὸς τὴν ἐκεῖθεν ἐνδιδομένην αὐτοῦ τῇ κινήσει διὰ τῆς ἐντολῆς ἁρμονίαν τὸν χορὸν ἀνελίσσουσα. ἐπειδὴ δὲ τὴν ἔνθεον ἐκείνην διέλυσε τοῦ χοροῦ συνῳδίαν παρεμπεσοῦσα ἡ ἁμαρτία καὶ τοῖς ποσὶ τῶν πρώτων ἀνθρώπων τῶν ταῖς ἀγγελικαῖς δυνάμεσι συγχορευόντων τὸν τῆς ἀπάτης ὄλισθον ὑποχέασα πτῶμα ἐποίησεν, ὅθεν διεσπάσθη τῆς πρὸς τοὺς ἀγγέλους συναφείας ὁ ἄνθρωπος, τοῦ πτώματος τὴν συμβολὴν διαλύσαντος τούτου χάριν πολλῶν ἱδρώτων χρεία τῷ πεπτωκότι καὶ πόνων, ἵνα τὸν ἐπικείμενον αὐτοῦ τῷ πτώματι καταγωνισάμενός τε καὶ ἀνατρέψας πάλιν ἀνορθωθῇ, γέρας τῆς κατὰ τοῦ παλαίοντος νίκης τὴν θείαν χοροστασίαν δεξάμενος. ὅταν οὖν ἀκούσῃς 5.87 τῆς ἐπιγραφῆς συναπτούσης τὸ Ὑπὲρ Μαελὲθ τῇ Εἰς τέλος φωνῇ, τότε γίνωσκε διὰ τοῦ αἰνίγματος συμβουλήν σοι προσάγεσθαι, μὴ ἐγχαυνοῦσθαι τοῖς τῶν πειρασμῶν ἀγωνίσμασιν, ἀλλ' εἰς τὸ τέλος τῆς νίκης βλέπειν. τοῦτο δέ ἐστι τὸ καταταχθῆναι τῇ ἀγγελικῇ χορείᾳ καὶ τὴν σὴν ψυχὴν τῇ προσβολῇ τῶν πειρασμῶν ἐκκαθαρθεῖσαν. οἷον δὴ καὶ ἐπὶ τοῦ Λαζάρου γενέσθαι παρὰ τῆς φωνῆς τοῦ κυρίου ἠκούσαμεν. ὃς ἐπειδὴ διὰ τῆς ὑπομονῆς τῶν παθημάτων παρ' ὅλον τοῦ βίου τὸ στάδιον ἐφύλαξεν ἑαυτὸν ἀκατάπτωτον, διαλυθείσης αὐτῷ τῆς σκηνῆς καὶ ἡττηθέντος ἐν τῷ τῆς ζωῆς σταδίῳ τοῦ προσπαλαίοντος εὐθὺς ἐν ἀγγέλοις ἦν. Ἐγένετο γάρ, φησίν, ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι ὑπὸ τῶν ἀγγέλων. αὕτη ἐστὶν ἡ χορεία, ἡ μετὰ τῶν ἀγγέλων ὁδοιπορία, καὶ ὁ κόλπος τοῦ πατριάρχου ὁ ἐν ἑαυτῷ συμπερι λαμβάνων τὸν Λάζαρον· οὐδὲ αὐτὸς τῆς φαιδρᾶς τοῦ χοροῦ συμφωνίας ἔξω νοεῖται. κόλπον γὰρ ἀκούσας οἷόν τινα εὐρύχωρον πελάγους περιοχὴν τὸ τῶν ἀγαθῶν πλήρωμα, ᾧ ἐπωνομάσθη ὁ πατριάρχης, νοήσας τις οὐκ ἂν ἁμάρτοι, ἐν ᾧ καὶ ὁ Λάζαρος γίνεται. τῶν γὰρ ἐν τοῖς ὁμοίοις ἀγῶσι διαφανέντων οὐδέν ἐστιν ἴδιον οὐδενός, ἀλλὰ κοινὸν πάντων τὸ ἀγαθὸν γίνεται τῶν διὰ τῆς αὐτῆς ἀρετῆς ἐπὶ τὸ ἴσον ἀγαθὸν συνδραμόντων. Ἡ δὲ Τὸ ἐξόδιον ἔχουσα τῆς σκηνῆς ἐπιγραφὴ καὶ πάλιν Ὑπὲρ τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου ∆αβὶδ γειτνιῶσιν ἀλλήλαις κατὰ τὴν θέσιν τε καὶ τὴν ἔννοιαν. ἔστι γὰρ ἡ μὲν ἐν τῷ εἰκοστῷ καὶ ὀγδόῳ, ἡ δὲ ἐν τῷ μετὰ τοῦτον. ἡ δὲ λέξις ἐφ' ἑκατέρου τοῦτον ἔχει τὸν τρόπον· ἐπὶ μὲν τῆς 5.88 προτέρας ἐπιγραφῆς, Ψαλμὸς τῷ ∆αβὶδ ἐξοδίου σκηνῆς· ἐν δὲ τῷ ἐφεξῆς, Ψαλμὸς ᾠδῆς τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου ∆αβίδ. ἐὰν γὰρ μὴ τῆς αἰσθητῆς σκηνῆς ἐξέλθωμεν, ὁ ἀληθινὸς ἡμῶν οἶκος οὐκ ἐγκαινίζεται. τὸ δὲ λεγόμενον τοιοῦτόν ἐστιν· δύο περὶ τὴν ἀνθρωπίνην νοεῖται φύσιν· ἥ τε σαρκώδης ζωή, ἡ διὰ τῶν αἰσθήσεων ἐνεργουμένη, καὶ ἡ πνευματική τε καὶ ἄϋλος, ἡ τῷ νοερῷ τε καὶ ἀσωμάτῳ τῆς ψυχῆς βίῳ κατορθουμένη. ἀλλ' οὐκ ἔστι τῶν δύο κατὰ ταὐτὸν ἐν μετουσίᾳ γενέσθαι. ἡ γὰρ περὶ τὸ ἕτερον τούτων σπουδὴ τὴν τοῦ ἑτέρου στέρησιν ἀπεργάζεται. οὐκοῦν εἰ μέλλοιμεν οἰκητήριον θεοῦ ποιεῖν τὴν