26
γνωρίσωσιν ἑαυτοῖς; εἰ ἐρεύξεται λέων ἐκ δρυμοῦ θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ καθόλου, ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐν παγίδι ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς ἄνευ τοῦ συλλαβεῖν τι; καὶ πάλιν· εἰ διώξονται ἐν πέτραις ἵπποι; εἰ παρασιωπήσονται ἐν θηλείαις; καὶ ὅρα· φυσικὰ παραδείγματα λαμβάνει. τουτέστιν· οὐδὲν καινὸν οὐδὲ ξένον γίνεται, ἀλλὰ νόμοις τισὶ πάντα τέτακται καὶ οὐδὲν ἐνήλλακται. εἰ γὰρ καὶ τὰ κατὰ τὰ θηρία ἕστηκεν, πολλῷ μᾶλλον τὰ ἡμέτερα. ὥσπερ σθένος λέοντος οὐκ ἂν κωλυθείη, οὕτως οὐδὲ παρρησία δικαίου. οὐ γὰρ οὕτω κατὰ φύσιν πρόσεστι τῷ θηρίῳ ἡ δύναμις, ὡς τῷ δικαίῳ ἡ δύναμις καὶ ἡ ἰσχύς· εὐκολώτερον λέοντα ἄνανδρον γενέσθαι ἢ δίκαιον εὐχείρωτον. 4,11a μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, 11b σκύμνοι δὲ λεόντων ἀπέλιπον ἀλλήλους; τὸ ζῷον τοῦτό φασι μὴ δύνασθαι σιτεῖσθαι. «τί οὖν; διεφθάρη;» φησίν. «οὐδαμῶς.» τοῦτο δὲ παράδοξον καὶ μέγα, χωρὶς τροφῆς διατρέφεσθαι τὸ ζῷον τῆς ἄνωθεν προνοίας ἀπολαῦον. ἡ τοίνυν πρόνοια ἡ ταῦτα διατάξασα καὶ μὴ διακόπτουσα πῶς ἂν τοὺς περὶ δικαιοσύνης ἔλυσε νόμους; ἀλλ' ἀλόγων μὲν τοσαύτην ποιεῖται πρόνοιαν, ἀνθρώπων δὲ οὔ; καὶ λαμβάνει φύσιν ἀλόγων οὐ πάνυ χρησίμην τῷ γένει τῷ ἡμετέρῳ, ἀλλὰ καὶ ἐπίβουλον καὶ θανάσιμον. ὁ τοίνυν ἐν τοῖς δηλητηρίοις ζῴοις οὐδὲν διαταράττων καὶ τοῖς ἐπιβουλεύουσιν ἡμῖν 64 τὴν εὐταξίαν διατηρῶν, καίτοι μὴ ἐχόντων ἀπὸ φύσεως τὸ τρέφεσθαι, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων. ἀλλὰ μυρμηκολέοντος τοσοῦτον προνοεῖ, δικαίου δὲ οὐχί; σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους; καὶ τοῦτο φυσικὸν τὸ συναγελάζεσθαι καίτοι μικρὸν ὄν, καὶ οὐδὲ τοῦτο διέφθαρται· ἀλλ' ὅπερ τέθεικεν ἐν τῇ φύσει, τοῦτο διατηρεῖ. ὁρᾷς ζῷον ἄγριον; 4,12a εἰ δέ τι, φησίν, ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, 12b οὐδὲν ἂν κακὸν τούτων συνήντησέ σοι. καὶ ἐν τῷ παρόντι αἰνίττεταί μοι, ὅτι πολλάκις σεμνά τινα εἶπεν ὁ Ἰὼβ ἴσως ἢ εἰς ζῆλόν τινας ἄγων ἢ καὶ ἑτέρας ἕνεκεν οἰκονομίας. ὁρᾶτε, ὅσοι τοιαῦτα διαπορεῖτε καὶ νῦν, τίνι προσεοίκατε. εἰ γὰρ ἐκεῖνος κατ' ἐκείνους τοὺς καιροὺς τοιαῦτα εἰπὼν οὐκ ἔτυχε συγγνώμης, πολλῷ μᾶλλον ἡμεῖς οἱ μετὰ τὴν πεῖραν τῶν πραγμάτων τοιαῦτα λέγοντες καὶ πολλὰς ἔχοντες αἰτίας τῶν γενομένων εἰπεῖν † ὥσπερ δοκοῦσι † καιρὸν εὑρηκέναι τοῦ ὀνειδίσαι καὶ ἐπεμβῆναι αὐτῷ τὴν ἀπὸ τῶν πραγμάτων πεῖραν οὐκ ἀναμένοντες. 4,12c πότερον οὖν, φησίν, οὐ δέξεταί σου τὸ οὖς ἐξαίσια; ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ εἶδες οὐδέποτε ἐνύπνιον;» φησίν, «οὐδὲ ἐταράχθης;» ἢ ὃ λέγει, τοιοῦτόν ἐστιν· «οὐκ ἤκουσας τοιούτων διηγημάτων; μὴ ψεύδομαι;» φησίν, «τὸ οὖς σου οὐκ ἐδέξατο ἐξαίσια;» «οὐ γὰρ δὴ ἐν ἡμέρᾳ μόνον πτοεῖ καὶ ταράσσει, ἀλλὰ καὶ ἐν ἐνυπνίοις», φησίν, «καὶ ἐγὼ τοιαῦτα πολλὰ πολλάκις ἔπαθον. οἶδε δὲ καὶ δι' ὀνειράτων μόνων ταράττειν», φησίν, «καὶ δίκην εἰσπράττεσθαι.» ἐπειδὴ γὰρ συνέβαινεν ἐναντιοῦσθαι αὐτοῦ τῷ λόγῳ 65 πολλοὺς ὄντας ἀδίκους καὶ οὐδὲν πάσχοντας τοιοῦτον, «ἀλλ' ἐν ὀνείροις», φησίν. ἐπειδὴ γὰρ οὐκ εἶδε τὸν θεὸν οὐδὲ χειρὸς ᾔσθετο ἁπτομένης αὐτοῦ, «μὴ θαυμάσῃς», φησίν· «ἀοράτως γὰρ κολάζει, ἐπεὶ καὶ ἐμὲ πολλάκις ἐτάραξεν ἐν ἐνυπνίοις καὶ οὐδεμίαν αἴσθησιν ἔσχον τῶν γενομένων, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον. τοῦτο μόνον», φησίν, «ὡς οἶδεν ὁ θεός, συνταράττει, καὶ μὴ θαυμάσῃς.» ταῦτα δὲ πάντα λέγει, ἵνα δείξῃ, ὅτι παρ' αὐτοῦ ἐστιν ἡ ὀργή. ἐμοὶ δοκεῖ καὶ ἕτερόν τι αἰνίττεσθαι· ἐπειδὴ γὰρ τὸν ἔμπροσθεν πάντα βίον γαληνὸν διήγαγεν, «τί οὖν;» φησίν· «εἰ ἐν ὀνείροις σε ἐτάραξεν, πόθεν ἴσμεν; εἰ δὲ καὶ προεῖπεν ὥστε φοβηθῆναι καὶ προφυλάξασθαι, σὺ δὲ οὐκ ἐφυλάξω; ἐγὼ δὲ πολλὰ τοιαῦτα ὑπέστην.» καὶ οὐχ ἡγῇ τὸν βίον ἀβίωτον εἶναι τῶν καθ' ἑκάστην ἡμέραν ταραττομένων καὶ θορυβουμένων, κἂν ἐν ἡμέρᾳ διὰ παντὸς ἐν εὐπραγίᾳ διατελῶσιν; ἐμοὶ γὰρ τοῦ ἐν ἡμέρᾳ χαλεπώτερον εἶναι δοκεῖ, ὅταν τις αὐτὸν τῆς ἀναπαύσεως προσχώσῃ τὸν λιμένα. εἰ γάρ τις τὸν ὁδοιπόρον τὸν δι' ὅλης ἡμέρας φλογμῷ παλαίοντα καὶ ταλαιπωρίᾳ, ἑσπέρας ἀναπαύσασθαι βουλόμενον εἰς τὸ καταγώγιον, ἀπελάσειεν ἰνδάλματά τινα δεικνὺς καὶ θορύβους